††
obeli, have been used to show a word or phrase that does not belong in the text;
usually an accidental interpolation, but sometimes a miscopy.
< > angle brackets, enclose a word or phrase supplied by supposition where a gap in the
parchment or metrical analysis indicate something is missing.
[ ]
square brackets, indicate uncertainty regarding the speaker.
Italics are used to for words where there are textual variants or suggested emendations.
τοῦ Ἀριστοφάνους
Σ Φ Η Κ Ε Σ
Πρόλογος
Σωσίας
oὗτος, τί πάσχεις, ὦ κακóδαιµον Ξανθία;
Ξανθίας
φυλακὴν καταλύειν νυκτερινὴν διδάσκοµαι.
Σωσίας
κακὸν ἄρα ταῖς πλευραῖς τι προυφείλεις µέγα.
ἆρ’ οἶσθά γ’ οἷον κνώδαλον φυλάττοµεν;
Ξανθίας
οἶδ’, ἀλλ’ ἐπιθυµῶ σµικρὸν ἀποµερµηρίσαι.
5
Σωσίας
σὺ δ’ οὖν παρακινδύνευ’, ἐπεὶ καὐτοῦ γ’ ἐµοῦ
κατὰ τοῖν κóραιν ὕπνου τι καταχεῖται γλυκύ.
Ξανθίας
ἀλλ’ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;
Σωσίας
οὔκ, ἀλλ’ ὕπνος µ’ ἔχει τις ἐκ Σαβαζίου.
Ξανθίας
τὸν αὐτὸν ἄρ’ ἐµοὶ βουκολεῖς Σαβάζιον.
10
κἀµοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο
Μῆδóς τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος.
καὶ δῆτ’ ὄναρ θαυµαστὸν εἶδον ἀρτίως.
Σωσίας
κἄγωγ’ ἀληθῶς οἷον οὐδεπώποτε.
ἀτὰρ σὺ λέξον πρóτερος.
Ξανθίας
ἐδóκουν αἰετὸν
15
καταπτόµενον εἰς τὴν ἀγορὰν µέγαν πάνυ
ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα
φέρειν ἐπίχαλκον ἀνεκὰς εἰς τὸν οὐρανóν,
κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυµον.
Σωσίας
οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυµος.
20
Ξανθίας
πῶς δή;
Σωσίας
προσερεῖ τις, τοῖσι συµπόταις λέγων,
« τί ταὐτὸν ἐν γῇ τ’ ἀπέβαλεν κἀν οὐρανῷ
κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα »;
Ξανθίας
οἴµοι, τί δῆτά µοι κακὸν γενήσεται
ἰδóντι τοιοῦτον ἐνύπνιον;
Σωσίας
µὴ φροντίσῃς·
25
οὐδὲν γὰρ ἔσται δεινόν, οὐ µὰ τοὺς θεούς.
Ξανθίας
δεινόν γέ πού ’στ’ ἄνθρωπος ἀποβαλὼν ὅπλα;
ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.
Σωσίας
ἀλλ’ ἔστιν µέγα.
περὶ τῆς πóλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.
Ξανθίας
λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγµατος.
30
Σωσίας
ἔδοξέ µοι περὶ πρῶτον ὕπνον ἐν τῇ Πυκνὶ
ἐκκλησιάζειν πρóβατα συγκαθήµενα,
βακτηρίας ἔχοντα καὶ τριβώνια.
κἄπειτα τούτοις τοῖς προβάτοισι µοὐδóκει
δηµηγορεῖν φάλαινα πανδοκεύτρια,
35
ἔχουσα φωνὴν ἐµπεπρησµένης ὑός.
Ξανθίας
αἰβοῖ.
Σωσίας
τί ἐστι;
Ξανθίας
παῦε παῦε, µὴ λέγε·
ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.
Σωσίας
εἶθ’ ἡ µιαρὰ φάλαιν’ ἔχουσα τρυτάνην
ἵστη βόειον δηµόν.
Ξανθίας
οἴµοι δείλαιος·
40
τόν ∆ῆµον ἡµῶν βούλεται διιστάναι.
Σωσίας
ἐδόκει δέ µοι Θέωρος αὐτῆς πλησίον
χαµαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.
εἶτ’ Ἀλκιβιάδης εἶπε πρός µε τραυλίσας,
« ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει ».
45
Ξανθίας
ὀρθῶς γε τοῦτ’ Ἀλκιβιάδης ἐτραύλισεν.
Σωσίας
οὔκουν ἐκεῖν’ ἀλλόκοτον, ὁ Θέωρος κόραξ
γιγνόµενος;
Ξανθίας
ἥκιστ’, ἀλλ’ ἄριστον.
Σωσίας
πῶς;
Ξανθίας
ὅπως;
ἄνθρωπος ὢν εἶτ’ ἐγένετ’ ἐξαίφνης κόραξ·
οὔκουν ἐναργὲς τοῦτο συµβαλεῖν, ὅτι
50
ἀρθεὶς ἀφ’ ἡµῶν ἐς κόρακας οἰχήσεται;
Σωσίας
εἶτ’ οὐκ ἐγὼ δοὺς δύ’ ὀβολὼ µισθώσοµαι
οὕτως ὑποκρινόµενον σοφῶς ὀνείρατα;
Ξανθίας
φέρε νυν, κατείπω τοῖς θεαταῖς τὸν λόγον,
ὀλίγ’ ἄτθ’ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί,
55
µηδὲν παρ’ ἡµῶν προσδοκᾶν λίαν µέγα,
µηδ’ αὖ γέλωτα Μεγαρόθεν κεκλεµµένον.
ἡµῖν γὰρ οὐκ ἔστ’ οὔτε κάρυ’ ἐκ φορµίδος
δούλω διαρριπτοῦντε τοῖς θεωµένοις,
οὔθ’ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώµενος,
60
οὐδ’ αὖθις ἀνασελγαινόµενος Εὐριπίδης·
οὐδ’ εἰ Κλέων γ’ ἔλαµψε τῆς τύχης χάριν,
αὖθις τὸν αὐτὸν ἄνδρα µυττωτεύσοµεν.
ἀλλ’ ἔστιν ἡµῖν λογίδιον γνώµην ἔχον,
ὑµῶν µὲν αὐτῶν οὐχὶ δεξιώτερον,
65
κωµῳδίας δὲ φορτικῆς σοφώτερον.
ἔστιν γὰρ ἡµῖν δεσπότης ἐκεινοσὶ
νω καθεύδων, ὁ µέγας, οὑπὶ τοῦ τέγους.
οὗτος φυλάττειν τὸν πατέρ’ ἐπέταξε νῷν,
ἔνδον καθείρξας, ἵνα θύραζε µὴ ᾿ξίῃ.
70
νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ,
ἣν οὐδ’ ἂν εἷς γνοίη ποτ’ οὐδ’ ἂν ξυµβάλοι,
εἰ µὴ πύθοιθ’ ἡµῶν· ἐπεὶ τοπάζετε.
[Σωσίας]
Ἀµυνίας µὲν ὁ Προνάπους φήσ’ οὑτοσὶ
εἶναι φιλόκυβον αὐτόν.
[Ξανθίας]
ἀλλ’ οὐδὲν λέγει,
75
µὰ ∆ί’, ἀλλ’ ἀφ’ αὑτοῦ τὴν νόσον τεκµαίρεται.
[Σωσίας]
οὔκ, ἀλλὰ «φιλο-» µέν ἐστιν ἁρχη τοῦ κακοῦ.
ὁδὶ δὲ φησι Σωσίας πρὸς ∆ερκύλον
εἶναι φιλοπότην αὐτόν.
[Ξανθίας]
οὐδαµῶς γ’, ἐπεὶ
αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.
80
[Σωσίας]
Νικόστρατος δ’ αὖ φησιν ὁ Σκαµβωνίδης
εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.
Ξανθίας
µὰ τὸν κύν’, ὦ Νικόστρατ’, οὐ φιλόξενος,
ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.
ἄλλως φλυαρεῖτ’· οὐ γὰρ ἐξευρήσετε.
85
εἰ δὴ ’πιθυµεῖτ’ εἰδέναι, σιγᾶτέ νῦν·
φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου.
φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ·
ἐρᾷ τε τούτου τοῦ δικάζειν, καὶ στένει
ἢν µὴ ’πὶ τοῦ πρώτου καθίζηται ξύλου.
90
ὕπνου δ’ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην·
ἢν δ’ οὖν καταµύσῃ †κἂν ἄχνην†, ὅµως ἐκεῖ
ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν.
ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γ’ ἔχειν εἰωθέναι
τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται,
95
ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουµηνίᾳ.
καὶ νὴ ∆ί’ ἢν ἴδῃ γέ που γεγραµµένον
υἱὸν Πυριλάµπους ἐν θύρᾳ ∆ῆµον καλόν,
ἰὼν παρέγραψε πλησίον «κηµὸς καλός».
τὸν ἀλεκτρυόνα δ’, ὃς ᾖδ’ ἀφ’ ἑσπέρας, ἔφη
100
ὄψ’ ἐξεγείρειν αὐτὸν ἀναπεπεισµένον,
παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήµατα·
εὐθὺς δ’ ἀπὸ δορπηστοῦ κέκραγεν ἐµβάδας,
κἄπειτ’ ἐκεῖσ’ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,
ὥσπερ λεπὰς προσεχόµενος τῷ κίονι.
105
ὑπὸ δυσκολίας δ’ ἅπασι τιµῶν τὴν µακρὰν
ὥσπερ µέλιττ’ ἢ βοµβυλιὸς εἰσέρχεται
ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασµένος.
ψήφων δὲ δείσας µὴ δεηθείη ποτέ,
ἵν’ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει.
110
τοιαῦτ’ ἀλύει· νουθετούµενος δ’ ἀεὶ
µᾶλλον δικάζει. τοῦτον οὖν φυλάττοµεν
µοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν µὴ ’ξίῃ.
ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.
καὶ πρῶτα µὲν λόγοισι παραµυθούµενος
115
ἀνέπειθεν αὐτὸν µὴ φορεῖν τριβώνιον
µηδ’ ἐξιέναι θύραζ’· ὁ δ’ οὐκ ἐπείθετο.
εἶτ’ αὐτὸν ἀπέλου κἀκάθαιρ’· ὁ δ’ οὐ µάλα.
µετὰ τοῦτ’ ἐκορυβάντιζ’· ὁ δ’ αὐτῷ τυµπάνῳ
ᾄξας ἐδίκαζεν εἰς τὸ καινὸν ἐµπεσών.
120
ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει,
διέπλευσεν εἰς Αἴγιναν· εἶτα ξυλλαβὼν
νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ·
ὁ δ’ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.
ἐντεῦθεν οὐκέτ’ αὐτὸν ἐξεφρίεµεν·
125
ὁ δ’ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν
καὶ τῶν ὀπῶν· ἡµεῖς δ’ ὅσ’ ἦν τετρηµένα
ἐνεβύσαµεν ῥακίοισι κἀπακτώσαµεν·
ὁ δ’ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους
ἐνέκρουεν εἰς τὸν τοῖχον, εἶτ’ ἐξήλλετο·
130
ἡµεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις
καταπετάσαντες ἐν κύκλῳ φυλάττοµεν.
ἔστιν δ’ ὄνοµα τῷ µὲν γέροντι Φιλοκλέων,
ναὶ µὰ ∆ία· τῷ δ’ υἱεῖ γε τῳδὶ Βδελυκλέων,
ἔχων τρόπους φρυαγµοσεµνάκους τινάς.
135
Υἱός
Ξανθία καὶ Σωσία, καθεύδετε;
Ξανθίας
οἴµοι.
Σωσίας
τί ἐστι;
Ξανθίας
Βδελυκλέων ἀνίσταται.
Υἱός:
οὐ περιδραµεῖται σφῷν ταχέως δεῦρ’ ἅτερος;
ὁ γὰρ πατὴρ εἰς τὸν ἰπνὸν εἰσελήλυθε,
καὶ µυσπολεῖ τι καταδεδυκώς. ἀλλ’ ἄθρει
140
κατὰ τῆς πυέλου τὸ τρῆµ’ ὅπως µὴ ’κδύσεται.
σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.
Ξανθίας
ταῦτ’, ὦ δέσποτα.
Υἱός
ἄναξ Πόσειδον, τί ποτ’ ἄρ’ ἡ κάπνη ψοφεῖ;
oὗτος, τίς εἶ σύ;
Πατήρ
καπνὸς ἔγωγ’ ἐξέρχοµαι.
Υἱός
καπνός; φέρ’ ἴδω, ξύλου τίνος σύ;
Πατήρ
συκίνου.
145
Υἱός
νὴ τὸν ∆ί’, ὅσπερ γ’ ἐστὶ δριµύτατος καπνῶν.
ἀτὰρ οὐκέτ’ ἐρρήσεις γε; ποῦ ’σθ’ ἡ τηλία;
δύου πάλιν. φέρ’ ἐπαναθῶ σοι καὶ ξύλον.
ἐνταῦθά νυν ζήτει τιν’ ἄλλην µηχανήν.
ἀτὰρ ἄθλιός γ’ εἴµ’ ὡς ἕτερος γ’ οὐδεὶς ἀνήρ,
150
ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσοµαι.
[Πατήρ]
παῖ.
Ξανθίας
τὴν θύραν ὠθεῖ.
Υἱός
πίεζέ νυν σφόδρα,
εὖ κἀνδρικῶς· κἀγὼ γὰρ ἐνταῦθ’ ἔρχοµαι·
καὶ τῆς κατάκλῇδος ἐπιµελοῦ· καὶ τοῦ µοχλοῦ
φύλατθ’ ὅπως µὴ τὴν βάλανον ἐκτρώξεται.
155
Πατήρ
τί δράσετ’; οὐκ ἐκφρήσετ’, ὦ µιαρώτατοι,
δικάσοντά µ’, ἀλλ’ ἐκφεύξεται ∆ρακοντίδης;
Ξανθίας
σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;
Πατήρ
ὁ γὰρ θεὸς
µαντευοµένῳ µοὔχρησεν ἐν ∆ελφοῖς ποτε,
ὅταν τις ἐκφύγῃ µ’, ἀποσκλῆναι τότε.
160
[Ξανθίας]
Ἄπολλον ἀποτρόπαιε, τοῦ µαντεύµατος.
Πατήρ
ἴθ’, ἀντιβολῶ σ’, ἔκφρες µε, µὴ διαρραγῶ.
Ξανθίας
µὰ τὸν Ποσειδῶ, Φιλοκλέων, οὐδέποτέ γε.
Πατήρ
διατρώξοµαι τοίνυν ὀδὰξ τὸ δίκτυον.
Ξανθίας
ἀλλ’ οὐκ ἔχεις ὀδόντας.
Πατήρ
οἴµοι δείλαιος.
165
πῶς ἄν σ’ ἀποκτείναιµι; πῶς; δότε µοι ξίφος
ὅπως τάχιστ’, ἢ πινάκιον τιµητικόν.
Υἱός
ἅνθρωπος οὗτος µέγα τι δρασείει κακόν.
Πατήρ
µὰ τὸν ∆ί’ οὐ δῆτ’, ἀλλ’ ἀποδόσθαι βούλοµαι
τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις·
170
νουµηνία γάρ ἐστιν.
Υἱός
οὔκουν κἄν ἐγὼ
αὐτὸν ἀποδοίµην δῆτ’ ἄν;
Πατήρ
οὐχ ὥσπερ γ’ ἐγώ.
Υἱός
µὰ ∆ί’, ἀλλ’ ἄµεινον.
Πατήρ
ἀλλὰ τὸν ὄνον ἔξαγε.
[Ξανθίας]
οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,
ἵν’ αὐτὸν ἐκπέµψειας.
Υἱός
ἀλλ’ οὐκ ἔσπασεν
175
ταύτῃ γ’· ἐγὼ γὰρ ᾐσθόµην τεχνωµένου.
[Ξανθίας]
ἀλλ’ εἰσιών µοι τὸν ὄνον ἐξάγειν δοκῶ,
ὅπως ἄν ὁ γέρων µηδὲ παρακύψῃ πάλιν.
Υἱός
κάνθων, τί κλάεις; ὅτι πεπράσει τήµερον;
βάδιζε θᾶττον. τί στένεις, εἰ µὴ φέρεις
180
Ὀδυσσέα τιν’;
[Σωσίας]
ἀλλὰ ναὶ µὰ ∆ία φέρει
κάτω γε τουτονί τιν’ ὑποδεδυκότα.
Υἱός
ποῖον; φέρ’ ἴδωµαι.
[Σωσίας]
τουτονί.
Υἱός
τουτὶ τί ἦν;
τίς εἶ ποτ’, ὦ ’νθρωπ’, ἐτεόν;
Πατήρ
Οὖτις, νὴ ∆ία.
Υἱός
Οὖτις σύ; ποδαπός;
Πατήρ
Ἴθακος Ἀποδρασιππίδου.
185
Υἱός
Οὖτις µὰ τὸν ∆ί’ οὔτι χαιρήσων γε σύ.
ὕφελκε θᾶττον αὐτόν.
[Σωσίας]
µιαρώτατος,
ἵν’ ὑποδέδυκεν·
[Ξανθίας]
ὥστ’ ἔµοιγ’ ἰνδάλλεται
ὁµοιότατος κλητῆρος εἶναι πωλίῳ.
Πατήρ
εἰ µή µ’ ἐάσεθ’ ἥσυχον, µαχούµεθα.
190
[Σωσίας]
περὶ τοῦ µαχεῖ νῷν δῆτα;
Πατήρ
περὶ ὄνου σκιᾶς.
Υἱός
πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.
Πατήρ
ἐγὼ πονηρός; οὐ µὰ ∆ί’, ἀλλ’ οὐκ οἶσθα σὺ
νῦν µ’ ὄντα ἄριστον; ἀλλ’ ἴσως, ὅταν φάγῃς
ὑπογάστριον γέροντος ἡλιαστικοῦ.
195
Υἱός
ὤθει τὸν ὄνον καὶ σαυτὸν εἰς τὴν οἰκίαν.
Πατήρ
ὦ ξυνδικασταὶ καὶ Κλέων, ἀµύνατε.
[Ξανθίας]
ἔνδον κέκραχθι τῆς θύρας κεκλῃµένης.
Υἱός
ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,
καὶ τὴν βάλανον ἔµβαλλε πάλιν εἰς τὸν µοχλόν,
200
καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλµον τὸν µέγαν
νύσας τι προσκύλισον.
[Ξανθίας]
οἴµοι δείλαιος·
πόθεν ποτ’ ἐµπέπτωκέ µοι τὸ βωλίον;
Υἱός
ἴσως ἄνωθεν µῦς ἐνέβαλέ σοί ποθεν.
Σωσίας
µῦς; οὐ µὰ ∆ί’, ἀλλ’ ὑποδυόµενός τις οὑτοσὶ
205
ὑπὸ τῶν κεραµίδων ἡλιαστὴς ὀροφίας.
Υἱός
οἴµοι κακοδαίµων· στροῦθος ἁνὴρ γίγνεται·
ἐκπτήσεται. ποῦ ποῦ ’στί µοι τὸ δίκτυον;
σοῦ, σοῦ, πάλιν, σοῦ. νὴ ∆ί’ ἦ µοι κρεῖττον ἦν
τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.
210
[Ξανθίας]
ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαµεν,
κοὐκ ἔσθ’ ὅπως διαδὺς ἂν ἡµᾶς ἔτι λάθοι,
τί οὐκ ἀπεκοιµήθηµεν ὅσον ὅσον στίλην;
Υἱός
ἀλλ’, ὦ πόνηρ’, ἥξουσιν ὀλίγον ὕστερον
οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ
215
τὸν πατέρα.
Σωσίας
τί λέγεις; ἀλλὰ νῦν γ’ ὄρθρος βαθύς.
Υἱός
νὴ τὸν ∆ί’, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.
ὡς ἀπὸ µέσων νυκτῶν γε παρακαλοῦσ’ ἀεί,
λύχνους ἔχοντες καὶ µινυρίζοντες µέλη
ἀρχαῖα µελι-Σιδωνο-Φρυνιχ-ήρατα,
220
οἷς ἐκκαλοῦνται τοῦτον.
Ξανθίας
οὐκοῦν, ἢν δέῃ,
ἤδη ποτ’ αὐτοὺς τοῖς λίθοις βαλλήσοµεν.
Υἱός
ἀλλ’, ὦ πόνηρε, τὸ γένος ἤν τις ὀργίσῃ
τὸ τῶν γερόντων, ἔσθ’ ὅµοιον σφηκιᾷ.
ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος
225
ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες
πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.
Ξανθίας
µὴ φροντίσῃς· ἐὰν ἐγὼ λίθους ἔχω,
πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.
Πάροδος
[Κορυφαῖος]
χώρει, πρόβαιν’ ἐρρωµένως. ὦ Κωµία, βραδύνεις.
230
µὰ τὸν ∆ί’ οὐ µέντοι πρὸ τοῦ γ’, ἀλλ’ ἦσθ’ ἱµὰς κύνειος·
νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν.
ὦ Στρυµόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν,
Εὐεργίδης ἆρ’ ἐστί που ’νταῦθ’, ἢ Χάβης ὁ Φλυεύς;
πάρεσθ’ ὅ δὴ λοιπόν γ’ ἔτ’ ἐστίν, ἀππαπαῖ παπαιάξ,
235
ἥβης ἐκείνης, ἡνικ’ ἐν Βυζαντίῳ ξυνῆµεν
φρουροῦντ’ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ
τῆς ἀρτοπώλιδος λαθόντ’ ἐκλέψαµεν τὸν ὅλµον·
κᾆθ’ ἥψοµεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.
ἀλλ’ ἐγκονῶµεν, ὦ ’νδρες, ὡς ἔσται Λάχητι νυνί·
240
σίµβλον δέ φασι χρηµάτων ἔχειν ἅπαντες αὐτόν·
χθὲς οὖν Κλέων ὁ κηδεµὼν ἡµῖν ἐφεῖτ’ ἐν ὥρᾳ
ἥκειν ἔχοντας ἡµερῶν ὀργὴν τριῶν πονηρὰν
ἐπ’ αὐτόν, ὡς κολωµένους ὧν ἠδίκησεν. ἀλλὰ
σπεύδωµεν, ὦ ’νδρες ἥλικες, πρὶν ἡµέραν γενέσθαι.
245
χωρῶµεν, ἅµα τε τῷ λύχνῳ πάντῃ διασκοπῶµεν,
µή που λίθος τις ἐµποδὼν ἡµᾶς κακόν τι δράσῃ.
Παῖς
[.]
τὸν πηλόν, ὦ πάτερ πάτερ, τουτονὶ φύλαξαι.
[Κορυφαῖος]
κάρφος χαµᾶθέν νυν λαβὼν τὸν λύχνον πρόµυξον.
Παῖς
οὔκ, ἀλλὰ τῳδί µοι δοκῶ τὸν λύχνον προβύσειν.
250
Χορός
τί δὴ µαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδ’ ὠθεῖς,
καὶ ταῦτα τοῦ ’λαίου σπανίζοντος, ὦ ’νόητε;
οὐ γὰρ δάκνει σ’, ὅταν δέῃ τίµιον πρίασθαι,
Παῖς
εἰ νὴ ∆ί’ αὖθις κονδύλοις νουθετήσεθ’ ἡµᾶς,
ἀποσβέσαντες τοὺς λύχνους ἄπιµεν οἴκαδ’ αὐτοί.
255
κἄπειτ’ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς
τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.
[Κορυφαῖος]
ἦ µὴν ἐγώ σου χἀτέρους µείζονας κολάζω.
ἀλλ’ οὑτοσί µοι βόρβορος φαίνεται πατοῦντι.
κοὐκ ἔσθ’ ὅπως οὐχ ἡµερῶν τεττάρων τὸ πλεῖστον
260
ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.
ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ µύκητες·
φιλεῖ δ’, ὅταν τοῦτ’ ᾖ, ποιεῖν ὑετὸν µάλιστα.
δεῖται δὲ καὶ τῶν καρπίµων ἅττα µὴ ’στι πρῷα
ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.
265
τί χρῆµ’ ἄρ’ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς
πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;
οὐ µὴν, πρὸ τοῦ γ’, ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡµῶν
ἡγεῖτ’ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ
φιλῳδός. ἀλλά µοι δοκεῖ στάντας ἐνθάδ’, ὦ ’νδρες,
270
ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας
τοῦ ’µοῦ µέλους ὑφ’ ἡδονῆς ἑρπύσῃ θύραζε.
Χορός
τί ποτ’ οὐ πρὸ θυρῶν φαίνετ’ ἄρ’ ἡµῖν
ὁ γέρων οὐδ’ ὑπακούει;
µῶν ἀπολώλεκε τὰς ἐµβάδας; ἢ προσέκοψ’ ἐν
275
τῷ σκότῳ τὸν δάκτυλόν που,
εἶτ’ ἐφλέγµηνεν αὐτοῦ
τὸ σφυρὸν γέροντος ὄντος;
καὶ τάχ’ ἂν βουβωνιῴη.
ἦ µὴν πολὺ δριµύτατός γ’ ἦν τῶν παρ’ ἡµῖν,
καὶ µόνος οὐκ ἀνεπείθετ’,
ἀλλ’ ὁπότ’ ἀντιβολοίη τις, κάτω κύπτων ἂν οὕτω
« λίθον ἕψεις » ἔλεγεν.
280
τάχα δ’ ἂν διὰ τὸν χθιζινὸν ἄνθρωπον, ὃς ἡµᾶς διεδύετ’
ἐξαπατῶν καὶ λέγων ὡς φιλαθήναιος ἦν καὶ
τἀν Σάµῳ πρῶτος κατείποι,
διὰ τοῦτ’ ὀδυνηθεὶς
εἶτ’ ἴσως κεῖται πυρέττων.
ἔστι γὰρ τοιοῦτος ἁνήρ.
285
ἀλλ’, ὦ ’γαθ’, ἀνίστασο, µηδ’ οὕτω σεαυτὸν
ἔσθιε, µηδ’ ἀγανάκτει.
καὶ γὰρ ἀνὴρ παχὺς ἥκει
τῶν προδόντων τἀπὶ Θρᾴκης·
ὃν ὅπως ἐγχυτριεῖς.
[Κορυφαῖος]
ὕπαγ’, ὦ παῖ, ὕπαγε.
290
Παῖς
ἐθελήσεις τί µοι οὖν, ὦ
πάτερ, ἤν σού τι δεηθῶ;
Κορυφαῖος
πάνυ γ’, ὦ παιδίον. ἀλλ’ εἰ-
πέ, τί βούλει µε πρίασθαι
καλόν; οἶµαι δὲ σ’ ἐρεῖν ἀσ-
295
τραγάλους δήπουθεν, ὦ παῖ.
Παῖς
µὰ ∆ί’, ἀλλ’ ἰσχάδας, ὦ παππία·
ἥδιον γάρ...
Κορυφαῖος
οὐκ ἂν
µὰ ∆ί’, εἰ κρέµαισθέ γ’ ὑµεῖς.
Παῖς
µὰ ∆ί’ οὔ τἄρα προπέµψω σε τὸ λοιπόν.
Κορυφαῖος
ἀπὸ γὰρ τοῦδέ µε τοῦ µισθαρίου
300
τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον·
σὺ δὲ σῦκά µ’ αἰτεῖς.
Παῖς
ἄγε νυν, ὦ πάτερ, ἢν µὴ
τὸ δικαστήριον ἅρχων
καθίσῃ νῦν, πόθεν ὠνη-
305
σόµεθ’ ἄριστον; ἔχεις ἐλ-
πίδα χρηστήν τινα νῷν ἢ
πόρον Ἕλλας ἱρόν;
Κορυφαῖος
ἀπαπαῖ φεῦ. µὰ ∆ί’ οὐκ ἔγωγε νῷν οἶδ’
310
ὁπόθεν γε δεῖπνον ἔσται.
Παῖς
τί µε δῆτ’, ὦ µελέα µῆτερ, ἔτικτες;
Κορυφαῖος
ἵν’ ἐµοὶ πράγµατα βόσκειν παρέχῃς.
Παῖς
ἀνόνητον ἄρ’, ὦ θυλάκιον, σ’ εἶχον ἄγαλµα.
ἒ ἔ
[Κορυφαῖος]
πάρα νῷν στενάζειν.
315
Πατήρ
φίλοι, τήκοµαι µὲν
πάλαι διὰ τῆς ὀπῆς
ὑµῶν ὑπακούων. ἀλλὰ γὰρ οὐχ οἷός τ’ εἴµ’
ᾄδειν, τί ποιήσω; τηροῦµαι δ’ ὑπὸ τῶνδ’, ἐπεὶ
βούλοµαί γε πάλαι µεθ’ ὑµ-
320
ῶν ἐλθὼν ἐπὶ τοὺς καδίσ-
κους κακόν τι ποιῆσαι.
ἀλλ’, ὦ Ζεῦ µέγα βροντήσας,
µε ποίησον καπνὸν ἐξαίφνης
ἢ Προξενίδην ἢ τὸν Σέλλου
325
τοῦτον τὸν ψευδαµάµαξυν.
τόλµησον, ἄναξ, χαρίσασθαί µοι,
πάθος οἰκτίρας· ἤ µε κεραυνῷ
διατινθαλέῳ σπόδισον ταχέως,
κἄπειτ’ ἀνελών µ’ ἀποφυσήσας
330
εἰς ὀξάλµην ἔµβαλε θερµήν·
ἢ δῆτα λίθον µε ποίησον, ἐφ’ οὗ
τὰς χοιρίνας ἀριθµοῦσιν.
Χορός
τίς γὰρ ἐσθ’ ὁ ταῦτά σ’ εἵργων κἀποκλῄων
τῇ θύρᾳ; λέξον· πρὸς εὔνους γὰρ φράσεις.
335
Πατήρ
οὗµος υἱός. ἀλλὰ µὴ βοᾶτε· καὶ γὰρ τυγχάνει
οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλ’ ὕφεσθε τοῦ τόνου.
Χορός
τοῦ δ’ ἔφεξιν, ὦ µάταιε, ταῦτα δρᾶν σε βούλεται;
<καὶ> τίνα πρόφασιν ἔχων;
Πατήρ
οὐκ ἐᾷ µ’, ὦ ’νδρες, δικάζειν οὐδὲ δρᾶν ουδὲν κακόν·
340
ἀλλά µ’ εὐωχεῖν ἕτοιµος ἐστ’, ἐγὼ δ’ οὐ βούλοµαι.
Χορός
τοῦτ’ ἐτόλµησ’ ὁ µιαρὸς χανεῖν, ὁ δηµολογο-Κλέων <ὁδ’>,
ὅτι λέγεις τι περὶ τῶν νεῶν ἀληθές;
οὐ γὰρ ἄν ποθ’ οὗτος ἁνὴρ τοῦτ’ ἐτόλµησεν λέγειν, εἰ
µὴ ξυνωµότης τις ἦν.
345
ἀλλ’ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,
ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.
Πατήρ
τίς ἂν οὖν εἴη; ζητεῖθ’ ὑµεῖς, ὡς πᾶν <ἂν> ἔγωγε ποιοίην·
oὕτω κιττῶ διὰ τῶν σανίδων µετὰ χοιρίνης περιελθεῖν.
Χορός
ἔστιν ὀπὴ δῆθ’ ἥντινα ἂν ἔνδοθεν οἷός τ’ εἴης διορύξαι,
350
εἶτ’ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύµητις Ὀδυσσεύς;
Πατήρ
πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδ’ εἰ σέρφῳ διαδῦναι.
ἀλλ’ ἄλλο τι δεῖ ζητεῖν ὑµᾶς· ὀπίαν δ’ οὐκ ἔστι γενέσθαι.
Χορός
µέµνησαι δῆθ’ ὅτ’ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους
ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω;
355
Πατήρ
οἶδ’· ἀλλὰ τί τοῦτ’ ; οὐδὲν γὰρ τοῦτ’ ἔστιν ἐκείνῳ προσόµοιον.
ἥβων γάρ, κἀδυνάµην κλέπτειν, ἴσχυόν τ’ αὐτὸς ἐµαυτοῦ,
κοὐδείς µ’ ἐφύλαττ’, ἀλλ’ ἐξῆν µοι
φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις
ἄνδρες ὁπλιται διαταξάµενοι
360
κατὰ τὰς διόδους σκοπιωροῦνται,
τὼ δὲ δύ’ αὐτῶν ἐπὶ ταῖσι θύραις
ὥσπερ µε γαλῆν κρέα κλέψασαν
τηροῦσιν ἔχοντ’ ὀβελίσκους.
Χορός
ἀλλὰ καὶ νῦν ἐκπόριζε µηχανὴν ὅ-
365
πως τάχισθ’· ἕως γὰρ, ὦ µελίττιον.
Πατήρ
διατραγεῖν τοίνυν κράτιστόν ἐστί µοι τὸ δίκτυον.
ἡ δέ µοι ∆ίκτυννα συγγνώµην ἔχοι τοῦ δικτύου.
Χορός
ταῦτα µὲν πρὸς ἀνδρός ἐστ ἄνοντος ἐς σωτηρίαν.
ἀλλ’ ἔπαγε τὴν γνάθον.
370
Πατήρ
διατέτρωκται τοῦτό γ’. ἀλλὰ µὴ βοᾶτε µηδαµῶς,
ἀλλὰ τηρώµεσθ’ ὅπως µὴ Βδελυκλέων αἰσθήσεται.
Χορός
µηδέν, ὦ τᾶν, δέδιθι, µηδέν·
ὡς ἐγὼ τοῦτον γ’, ἐὰν γρύξῃ τι, ποιή-
σω δακεῖν τὴν καρδίαν καὶ
375
τὸν περὶ ψυχῆς δρόµον δρα-
µεῖν, ἵν’ εἰδῇ µὴ πατεῖν τὰ
τοῖν θεοῖν ψηφίσµατα.
ἀλλ’ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίµα
δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐµπλησάµενος ∆ιοπείθους.
380
Πατήρ
ἄγε νυν, ἢν αἰσθοµένω τούτω ζητῆτόν µ’ ἐσκαλαµᾶσθαι
κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.
Χορός
ἀµυνοῦµέν σοι τὸν πρινώδη θυµὸν ἅπαντες καλέσαντες
ὥστ’ οὐ δυνατόν σ’ εἴργειν ἔσται· τοιαῦτα ποιήσοµεν ἡµεῖς.
Πατήρ
δράσω τοίνυν ὑµῖν πίσυνος. καὶ µανθάνετ’, ἤν τι πάθω ’γώ,
385
ἀνελόντες καὶ κατακλαύσαντες θεῖναι µ’ ὑπὸ τοῖσι δρυφάκτοις.
Χορός
οὐδὲν πείσει· µηδὲν δείσῃς. ἀλλ’, ὦ βέλτιστε, καθίει
σαυτὸν θαρρῶν κἀπευξάµενος τοῖσι πατρῴοισι θεοῖσιν.
Πατήρ
ὦ Λύκε δέσποτα, γείτων ἥρως, σὺ γὰρ οἷσπερ ἐγω κεχάρησαι
τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρµοῖς·
390
ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθ’ ἵνα ταῦτ’ ἀκροῷο,
κἀβουλήθης µόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι.
ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον,
κοὐ µή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω µηδ’ ἀποπάρδω.
Υἱός
οὗτος, ἐγείρου.
Ξανθίας
τί τὸ πρᾶγµ’;
Υἱός:
ὥσπερ φωνή µέ τις ἐγκεκύκλωται.
395
Ξανθίας
µῶν ὁ γέρων πῃ διαδύεται [αὖ];
Υἱός
µὰ ∆ί’, οὐ δῆτ’, ἀλλὰ καθιµᾷ
αὗτὸν δήσας.
[Πατήρ]
ὦ µιαρώτατε, τί ποιεῖς;
Ξανθίας
οὐ µὴ καταβήσει;
ἀνάβαιν’ νύσας κατὰ τὴν ἑτέραν.
[Υἱός]
καὶ ταῖσιν φυλλάσι παῖε,
ἤν πως πρύµνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.
Πατήρ
οὐ ξυλλήψεσθ’, ὁπόσοισι δίκαι τῆτες µέλλουσιν ἔσεσθαι,
400
ὦ Σµικυθίων καὶ Τεισιάδη καὶ Χρήµων καὶ Φερέδειπνε;
πότε δ’, εἰ µὴ νῦν, ἐπαρήξετέ µοι, πρίν µ’ εἴσω µᾶλλον ἄγεσθαι;
Χορός
εἰπέ µοι, τί µέλλοµεν κινεῖν ἐκείνην τὴν χολήν,
ἥνπερ, ἡνίκ’ ἄν τις ἡµῶν ὀργίσῃ τὴν σφηκιάν;
νῦν ἐκεῖνο †νῦν εκεῖνο†
405
τοὐξύθυµον, ᾧ κολαζό-
µεσθα. κέντρον †ἐντέτατ’ ὀξύ†.
ἀλλὰ θαἰµάτια βαλόντες ὡς τάχιστα, παιδία,
θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτ’ ἀγγέλλετε,
καὶ κελεύετ’ αὐτὸν ἥκειν
410
ὡς ἐπ’ ἄνδρα µισόπολιν
ὄντα κἀπολούµενον, ὅτι
τόνδε λόγον εἰσφέρει,
µὴ δικάζειν δίκας.
Υἱός
ὦ ’γαθοί, τὸ πρᾶγµ’ ἀκούσατ’, ἀλλὰ µὴ κεκράγετε.
415
Χορός
νὴ ∆ί’, εἰς τὸν οὐρανόν γ’.
Υἱός
ὡς τοῦδ’ ἐγὼ οὐ µεθήσοµαι.
Χορός
ταῦτα δῆτ’ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐµφανής;
ὦ πόλις καὶ Θεώρου θεοισεχθρία,
κεἴ τις ἄλλος προέστηκεν ἡµῶν κόλαξ.
Ξανθίας
Ἡράκλεις, καὶ κέντρ’ ἔχουσιν. οὐχ ὁρᾷς, ὦ δέσποτα;
420
Υἱός
οἷς γ’ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.
Χορός
καὶ σέ γ’ αὐτοῖς ἐξολοῦµεν. ἀλλὰ πᾶς ἐπίστρεφε
δεῦρο κἀξείρας τὸ κέντρον εἶτ’ ἐπ’ αὐτον ἵεσο,
ξυσταλείς, εὔτακτος, ὀργῆς καὶ µένους ἐµπλήµενος,
ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σµῆνος οἷον ὤργισεν.
425
Ξανθίας
τοῦτο µέντοι δεινὸν ἤδη, νὴ ∆ί’, εἰ µαχούµεθα.
ὡς ἔγωγ’ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.
Χορός
ἀλλ’ ἀφίει τὸν ἄνδρ’· εἰ δὲ µή, φήµ’ ἐγὼ
τὰς χελώνας µακαριεῖν σε τοῦ δέρµατος.
Πατήρ
εἶά νυν, ὦ ξυνδικασταί, σφῆκες ὀξυκάρδιοι,
430
οἱ µὲν εἰς τὸν πρωκτὸν αὐτῶν εἰσπέτεσθ’ ὠργισµένοι,
οἱ δὲ τὠφθαλµὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.
Υἱός:
ὦ Μίδα καὶ Φρύξ, βοήθει δεῦρο, καὶ Μασιντύα,
καὶ λάβεσθε τουτουὶ καὶ µὴ µεθῆσθε µηδενί·
εἰ δὲ µὴ, ’ν πέδαις παχείαις οὐδὲν ἀριστήσετε.
435
[Χορός]
ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον,
εἰ δὲ µὴ τοῦτον µεθήσεις, ἔν τί σοι παγήσεται.
Πατήρ
ὦ Κέκροψ ἥρως ἄναξ, τὰ πρὸς ποδῶν ∆ρακοντίδη,
περιορᾷς οὕτω µ’ ὑπ’ ἀνδρῶν βαρβάρων χειρούµενον,
οὕς ἐγὼ ’δίδαξα κλάειν τέτταρ’ ἐς τὴν χοίνικα;
440
Χορός
εἶτα δῆτ’ οὐ πόλλ’ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;
δηλαδή· καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην
πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι µεµνηµένοι
διφθερῶν κἀξωµίδων, ἃς οὗτος αὐτοῖς ἠµπόλα,
καὶ κυνᾶς· καὶ τοὺς πόδας χειµῶνος ὄντος ὠφέλει,
445
ὥστε µὴ ῥιγῶν γ’ ἑκάστοτ’· ἀλλὰ τούτοις γ’ οὐκ ἔνι
οὐδ ἐν ὀφθαλµοῖσιν αἰδὼς τῶν παλαιῶν ἐµβάδων.
Πατήρ
οὐκ ἀφήσεις οὐδὲ νυνί µ’, ὦ κάκιστον θηρίον·
οὐδ’ ἀναµνησθεὶς ὅθ’ εὑρων τοὺς βότρυς κλέπτοντά σε
προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρ’ εὖ κἀνδρικῶς,
450
ὥστε σε ζηλωτὸν εἶναι; σὺ δ’ ἀχάριστος ἦσθ’ ἄρα.
ἀλλ’ ἄνες µε καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν †ἐκδραµεῖν†.
Χορός
ἀλλὰ τούτων µὲν τάχ’ ἡµῖν δώσετον καλὴν δίκην,
οὐκέτ’ ἐς µακράν, ἵν’ εἰδῆθ’ οἷός ἐστ’ ἀνδρῶν τρόπος
ὀξυθύµων καὶ δικαίων καὶ βλεπόντων κάρδαµα.
455
Υἱός
παῖε, παῖ’, ὦ Ξανθία, τοὺς «σφῆκας» ἀπὸ τῆς οἰκίας.
Ξανθίας
ἀλλὰ δρῶ τοῦτ’.
[Υἱός]
ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.
Σωσίας
οὐχὶ σοῦσθ’; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε;
[Υἱός]
παῖε τῷ ξύλῳ.
καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.
Ξανθίας
ἆρ’ ἐµέλλοµέν ποθ’ ὑµᾶς ἀποσοβήσειν τῷ χρόνῳ;
460
Υἱός
ἀλλὰ µὰ ∆ί’ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες,
εἴπερ ἔτυχον τῶν µελῶν τῶν Φιλοκλέους βεβρωκότες.
Χορός
ἆρα δῆτ’ οὐκ αὐτὰ δῆλα τοῖς πένησιν,
ἡ τυραννὶς ὡς λάθρᾳ γ’ ἐ-
λάνθαν’ ὑπιοῦσά µε,
465
εἰ σύ γ’, ὦ πόνῳ πόνηρε καὶ κοµητ-Ἀµυνία,
τῶν νόµων ἡµᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,
οὔτε τιν’ ἔχων πρόφασιν
οὔτε λόγον εὐτράπελον,
αὐτὸς ἄρχων µόνος;
470
Υἱός
ἔσθ’ ὅπως ἄνευ µάχης καὶ τῆς κατοξείας βοῆς
ἐς λόγους ἔλθοιµεν ἀλλήλοισι καὶ διαλλαγάς;
Χορός
σοὐς λόγους, ὦ µισόδηµε
καὶ µοναρχίας ἐραστὰ
καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα
475
στεµµάτων τήν θ’ ὑπήνην ἄκουρον τρέφων;
476/7
Υἱός
νὴ ∆ί’, µοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
µᾶλλον ἢ κακοῖς τοσούτοις ναυµαχεῖν ὁσηµέραι.
Χορός
οὐδὲ µὴν οὐδ’ ἐν σελίνῳ σοὐστὶν οὐδ’ ἐν πηγάνῳ·
480
τοῦτο γὰρ παρεµβαλοῦµεν τῶν τριχοινίκων ἐπῶν.
ἀλλὰ νῦν µὲν οὐδὲν ἀλγεῖς, ἀλλ’ ὅταν ξυνήγορος
ταὐτὰ ταῦτά σου καταντλῇ καὶ ξυνωµότας καλῇ.
Υἱός
ἆρ’ ἄν, ὦ πρὸς τῶν θεῶν, ὑµεῖς ἀπαλλαχθεῖτέ µου;
ἢ δέδοκται µοι δέρεσθαι καὶ δέρειν δι’ ἡµέρας;
485
Χορός
οὐδεποτέ γ’, οὔχ, ἕως ἄν τί µου λοιπὸν ᾖ -
ὅστις ἡµῶν ἐπὶ τυραννίδ’ <ὧδ’> ἐστάλης.
Υἱός
ὡς ἄπανθ’ ὑµῖν τυραννίς ἐστι καὶ ξυνωµόται,
ἤν τε µεῖζον ἤν τ’ ἔλαττον πρᾶγµα τις κατηγορῇ.
ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνοµ’ οὐδὲ πεντήκοντ’ ἐτῶν·
490
νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα,
ὥστε καὶ δὴ τοὔνοµ’ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.
ἢν µὲν ὠνῆταί τις ὀρφῶς, µεµβράδας δὲ µὴ ’θέλῃ,
εὐθέως εἴριχ’ ὁ πωλῶν πλησίον τὰς µεµβράδας·
«οὗτος ὀψωνεῖν ἔοιχ’ ἅνθρωπος ἐπὶ τυραννίδι».
495
ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσµά τι,
ἡ λαχανόπωλις παραβλέψασά φησι θἀτέρῳ·
« εἰπέ µοι· γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι;
ἢ νοµίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσµατα »;
Ξανθίας
κἀµέ γ’ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς µεσηµβρίας,
500
ὅτι κελητίσαι ’κέλευον, ὀξυθυµηθεῖσά µοι
ἢρετ’ εἰ τὴν Ἱππίου καθίσταµαι τυραννίδα.
Υἱός
ταῦτα γὰρ τούτοις ἀκούειν ἡδέ’, εἰ καὶ νῦν ἐγώ,
τὸν πατέρ’ ὅτι βούλοµαι τούτων ἀπαλλαχθέντα τῶν
ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων
505
ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω
ταῦτα δρᾶν ξυνωµότης ὢν καὶ φρονῶν τυραννικά.
Πατήρ
νὴ ∆ί’, ἐν δίκῃ γ’· ἐγὼ γὰρ οὐδ’ ἂν ὀρνίθων γάλα
ἀντὶ τοῦ βίου λάβοιµ’ ἂν οὗ µε νῦν ἀποστερεῖς.
οὐδὲ χαίρω βατίσιν οὐδ’ ἐγχέλεσιν, ἀλλ’ ἥδιον ἂν
510
δικίδιον σµικρὸν φάγοιµ’ ἂν ἐν λοπάδι πεπνιγµένον.
Υἱός
νὴ ∆ί’, εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγµασιν.
ἀλλ’ ἐὰν σιγῶν ἀνάσχῃ καὶ µάθῇς ἁγω λέγω,
ἀναδιδάξειν οἴοµαι σ’ ὡς πάντα ταῦθ’ ἁµαρτάνεις.
Πατήρ
ἐξαµαρτάνω δικάζων;
Υἱός
καταγελώµενος µὲν οὖν
515
oὐκ ἐπαΐεις ὑπ’ ἀνδρῶν, οὓς σὺ µόνον οὐ προσκυνεῖς.
ἀλλὰ δουλεύων λέληθας.
Πατήρ
παῦε δουλείαν λέγων…
ὅστις ἄρχω τῶν ἁπάντων.
Υἱός
οὐ σύ γ’, ἀλλ’ ὑπηρετεῖς
oἰοµενος ἄρχειν· ἐπεὶ δίδαξον ἡµᾶς, ὦ πάτερ,
ἥτις ἡ τιµή ’στί σοι καρπουµένῳ τὴν Ἑλλάδα.
520
Πατήρ
πάνυ γε· καὶ τούτοισί γ’ ἐπιτρέψαι ’θέλω.
Υἱός
καὶ µὴν ἐγώ.
ἄφετέ νυν ἅπαντες αὐτόν.
Πατήρ
καὶ ξίφος γέ µοι δότε·
ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦµαι τῷ ξίφει.
Υἱός
εἰπέ µοι, τί δ’, ἤν - τὸ δεῖνα - τῇ διαίτῃ µὴ ’µµένῃς;
Πατήρ
µηδέποτε πίοιµ’ ἀκράτου µισθὸν ἀγαθοῦ δαίµονος.
525
Ἀγών
Χορός
νῦν δὴ τὸν ἐκ θἠµετέρου
γυµνασίου δεῖ τι λέγειν
καινόν, ὅπως φανήσει...
Υἱός
ἐνεγκάτω µοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.
ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;
530
Χορός
...µὴ κατὰ τὸν νεανίαν
τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς σοι µέγας ἐστὶν ἁγὼν
καὶ περὶ τῶν ἁπάντων,
εἴπερ - ὃ µὴ γένοιθ - οὗ-
535/6
τός <σ> ἐθέλει κρατῆσαι.
Υἱός
καὶ µὴν ὅσ’ ἂν λέξῃ γ’ ἁπλῶς µνηµόσυνα γράψοµαι ’γώ.
[Υἱός]
τί γάρ φαθ’ ὑµεῖς, ἢν ὁδί µε τῷ λόγῳ κρατήσῃ;
Χορός
οὐκέτι πρεσβυτῶν ὄχλος
540
χρήσιµος ἔστ’ οὐδ’ ἀκαρῆ·
σκωπτόµενοι δ’ ἐν ταῖς ὁδοῖς
θαλλοφόροι καλούµεθ’,
ἀντωµοσιῶν κελύφη.
545
ἀλλ’, ὦ περὶ τῆς πάσης µέλλων βασιλείας ἀντιλογήσειν
τῆς ἡµετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε.
Πατήρ
καὶ µὴν εὐθύς γ’ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω
τῆς ἡµετέρας ὡς οὐδεµιᾶς ἥττων ἐστὶν βασιλείας.
τί γὰρ εὔδαιµον καὶ µακαριστὸν µᾶλλον νῦν ἐστι δικαστοῦ,
550
ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος;
ὃν πρῶτα µὲν ἕρποντ’ ἐξ εὐνῆς τηροῦσ’ ἐπὶ τοῖσι δρυφάκτοις
ἄνδρες µεγάλοι καὶ τετραπήχεις· κἄπειτ’ εὐθὺς προσιόντι
ἐµβάλλει µοι τὴν χεῖρ’ ἁπαλὴν τῶν δηµοσίων κεκλοφυῖαν.
ἱκετεύουσίν θ’ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες·
555
« οἴκτιρόν µ’, ὦ πάτερ, αἰτοῦµαί σ’, εἰ καὐτὸς πώποθ’ ὑφείλου
ἀρχὴν ἄρξας ἢ ’πὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων ».
ὃς ἔµ’ οὐδ’ ἂν ζῶντ’ ᾔδειν, εἰ µὴ διὰ τὴν προτέραν ἀπόφυξιν.
Υἱός
τουτὶ περὶ τῷν ἀντιβολούντων ἔστω τὸ µνηµόσυνόν µοι.
Πατήρ
εἶτ’ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀποµορχθεὶς
560
ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα,
ἀλλ’ ἀκροῶµαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν.
φέρ’ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευµ’ ἐνταῦθα δικαστῇ;
οἱ µέν γ’ ἀποκλάονται πενίαν αὑτῶν, καὶ προστιθέασιν
κακὰ πρὸς τοῖς οὖσιν, ἕως ἀνιῶν ἀνισώσῃ τοῖσιν ἐµοῖσιν·
565
οἱ δὲ λέγουσιν µύθους ἡµῖν, οἱ δ’ Αἰσώπου τι γέλοιον·
οἱ δὲ σκώπτουσ’, ἵν’ ἐγὼ γελάσω καὶ τὸν θυµὸν καταθῶµαι.
κἂν µὴ τούτοις ἀναπειθώµεσθα, τὰ παιδάρι’ εὐθὺς ἀνέλκει
τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δ’ ἀκροῶµαι,
τὰ δὲ συγκύψανθ’ ἅµα βληχᾶται, κἄπειθ’ ὁ πατὴρ ὑπὲρ αὐτῶν
570
ὥσπερ θεὸν ἀντιβολεῖ µε τρέµων τῆς εὐθύνης ἀπολῦσαι·
« εἰ µὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις· »
εἰ δ’ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ µε πιθέσθαι.
χἠµεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπ’ ἀνεῖµεν.
ἆρ’ οὐ µεγάλη τοῦτ’ ἔστ’ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;
575
Υἱός
δεύτερον αὖ σου τουτὶ γράφοµαι, τὴν τοῦ πλούτου καταχήνην.
καὶ τ’ἀγαθά µοι µέµνησ’ ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν.
Πατήρ
παίδων τοίνυν δοκιµαζοµένων αἰδοῖα πάρεστι θεᾶσθαι.
κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡµῖν
ἐκ τῆς «Νιόβης» εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας.
580
κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡµῖν ἐπίχειρα
ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλησ’ ἀπιοῦσιν.
κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδ’ ἐπίκληρον,
κλαίειν ἡµεῖς µακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ
καὶ τῇ κόγχῃ τῇ πάνυ σεµνῶς τοῖς σηµείοισιν ἐπούσῃ.
585
ἔδοµεν ταύτην ὅστις ἂν ἡµᾶς ἀντιβολήσας ἀναπείσῃ.
καὶ ταῦτ’ ἀνυπεύθυνοι δρῶµεν· τῶν δ’ ἄλλων οὐδεµί’ ἀρχή.
Υἱός
τουτὶ γὰρ τοι σεµνόν· τούτων ὧν εἴρηκας µακαρίζω.
τῆς δ’ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων,
Πατήρ
ἔτι δ’ ἡ Βουλὴ χὠ ∆ῆµος, ὅταν κρῖναι µέγα πρᾶγµ’ ἀπορήσῃ,
590
ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι·
εἶτ’ Εὔαθλος χὠ µέγας οὗτος Κολακώνυµος σπιδαποβλής,
οὐχὶ προδώσειν ἡµᾶς φασιν, περὶ τοῦ πλήθους δὲ µαχεῖσθαι.
κἀν τῷ ∆ήµῳ γνώµην οὐδεὶς πώποτ’ ἐνίκησεν, ἐὰν µὴ
εἴπῃ τὰ δικαστήρι’ ἀφεῖναι πρώτιστα µίαν δικάσαντας.
595
αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάµας µόνον ἡµᾶς οὐ περιτρώγει,
ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς µυίας ἀπαµύνει·
σὺ δὲ τὸν πατέρ’ οὐδ’ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτ’ ἔδρασας.
ἀλλὰ Θέωρος - καίτοὐστὶν ἀνὴρ Εὐφηµίου οὐδὲν ἐλάττων -
τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀµβάδι’ ἡµῶν περικωνεῖ.
600
σκέψαι µ’ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις,
ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.
[Ξανθίας]
ἔµπλησο λέγων· πάντως γάρ τοι παύσει ποτέ, κἀναφανήσει
πρωκτὸς λουτροῦ περιγιγνόµενος, τῆς ἀρχῆς τῆς περισέµνου.
Πατήρ
ὃ δέ γ’ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ’γὼ ’πελελήσµην,
605
ὅταν οἴκαδ’ ἴω τὸν µισθὸν ἔχων, κἄπειθ’ ἥκονθ’ ἅµα πάντες
ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα µὲν ἡ θυγάτηρ µε
ἀπονίζῃ καὶ τὼ πόδ’ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ
καὶ παππίζουσ’ ἅµα τῇ γλώττῃ <τὸ> τριώβολον ἐκκαλαµᾶται,
καὶ τὸ γύναιόν µ’ ὑποθωπεῦσαν φυστὴν µᾶζαν προσενέγκῃ,
610
κἄπειτα καθεζοµένη παρ’ ἐµοὶ προσαναγκάζῃ· « φάγε τουτί,
ἔντραγε τουτί ». τούτοισιν ἐγὼ γάνυµαι· κοὐ µή µε δεήσῃ
ἐς σὲ βλέψαι καὶ τὸν ταµίαν, ὁπότ’ ἄριστον παραθήσει
καταρασάµενος καὶ τονθορύσας, ἀλλ’ ἢν µή µοι ταχὺ µάξῃ,
τάδε κέκτηµαι πρόβληµα κακῶν, « σκευὴν βελέων ἀλεωρήν ».
615
κἂν οἶνόν µοι µὴ ’γχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδ’ ἐσκεκόµισµαι
οἴνου µεστόν, κᾆτ’ ἐγχέοµαι κλίνας· οὗτος δὲ κεχηνὼς
βρωµησάµενος τοῦ σοῦ δίνου µέγα καὶ στράτιον κατέπαρδεν.
ἆρ’ οὐ µεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ ∆ιὸς οὐδὲν ἐλάττω,
ὅστις ἀκούω ταὔθ’ ἅπερ ὁ Ζεύς;
620
ἢν γοῦν ἡµεῖς θορυβήσωµεν,
πᾶς τίς φησιν τῶν παριόντων·
« οἷον βροντᾷ τὸ δικαστήριον,
ὦ Ζεῦ βασιλεῦ ».
κἂν ἀστράψω, ποππύζουσιν
625
κἀγκεχόδασίν µ’ οἱ πλουτοῦντες
καὶ πάνυ σεµνοί.
καὶ σὺ δέδοικάς µε µάλιστ’ αὐτός·
νὴ τὴν ∆ήµητρα, δέδοικας. ἐγὼ δ’
ἀπολοίµην εἴ σε δέδοικα.
630
Χορός
οὐ πώποθ’ οὕτω καθαρῶς
οὐδενὸς ἠκούσαµεν οὐ-
δὲ ξυνετῶς λέγοντος.
Πατήρ
οὔκ, ἀλλ’ ἐρήµας ᾤεθ’ οὕτω ῥᾳδίως τρυγήσειν·
καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰµι.
635
Χορός
ὡς δ’ ἐπὶ πάντ’ ἐλήλυθεν
κοὐδὲν παρῆλθεν, ὥστ’ ἔγωγ’
ηὐξανόµην ἀκούων,
κἀν µακάρων δικάζειν
αὐτὸς ἔδοξα νήσοις,
640
ἡδόµενος λέγοντι.
Πατήρ
ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ.
ἦ µὴν ἐγώ σε τήµερον σκύτη βλέπειν ποιήσω.
Χορός
δεῖ δέ σε παντοίας πλέκειν
εἰς ἀπόφυξιν παλάµας
645
τὴν γὰρ ἐµὴν ὀργὴν πεπᾶναι χαλεπὸν <νεανίᾳ>
µὴ πρὸς ἐµοῦ λέγοντι.
πρὸς ταῦτα µύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον,
ἢν µή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐµὸν θυµὸν κατερεῖξαι.
Υἱός
χαλεπὸν µὲν, καὶ δεινῆς γνώµης καὶ µείζονος ἢ ’πὶ τρυγῳδοῖς
650
ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.
ἀτάρ, ὦ πάτερ ἡµέτερε Κρονίδη...
Πατήρ
παῦσαι καὶ µὴ πατέριζε.
εἰ µὴ γάρ, ὅπως δουλεύω ’γώ, τουτὶ ταχέως µε διδάξεις,
οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων µ’ ἀπέχεσθαι.
Υἱός
ἀκρόασαί νυν, ὦ παππίδιον, χαλάσας ὀλίγον τὸ µέτωπον.
655
καὶ πρῶτον µὲν λόγισαι φαύλως, µὴ ψήφοις ἀλλ’ ἀπὸ χειρός,
τὸν φόρον ἡµῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα,
κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,
πρυτανεῖα, µέταλλ’, ἀγοράς, λιµένας, µισθοὺς καὶ δηµιόπρατα·
τούτων πλήρωµα τάλαντ’ ἐγγὺς δισχίλια γίγνεται ἡµῖν.
660
ἀπὸ τούτου νυν κατάθες µισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ,
ἓξ χιλιάσιν...« κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν »·
γίγνεται ἡµῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.
Πατήρ
οὐδ’ ἡ δεκάτη τῶν προσιόντων ἡµῖν ἄρ’ ἐγίγνεθ’ ὁ µισθός.
Υἱός
µὰ ∆ί’ οὐ µέντοι.
Πατήρ
καὶ ποῖ τρέπεται δὴ ’πειτα τὰ χρήµατα τἄλλα;
665
Υἱός
ἐς τούτους τοὺς « οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν,
ἀλλὰ µαχοῦµαι περὶ τοῦ πλήθους ἀεί ». σὺ γάρ, ὦ πάτερ, αὐτοὺς
ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηµατίοις περιπεφθείς.
κᾆθ’ οὗτοι µὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα
ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες·
670
« δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑµῶν ἀνατρέψω ».
σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων.
οἱ δὲ ξύµµαχοι, ὡς ᾔσθηνται τὸν µὲν σύρφακα τὸν ἄλλον
ἐκ κηθαρίου λαγαριζόµενον καὶ τραγαλίζοντα τὸ µηδέν,
σὲ µὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν
675
ὕρχας, οἶνον, δάπιδας, τυρόν, µέλι, σήσαµα, προσκεφάλαια,
φιάλας, χλανίδας, στεφάνους, ὅρµους, ἐκπώµατα, πλουθυγιείαν.
σοὶ δ’, ὧν ἄρχεις, πολλὰ µὲν ἐν γῇ, πολλὰ δ’ ἐφ’ ὑγρᾷ πιτυλεύσας,
οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.
Πατήρ
µὰ ∆ί’, ἀλλὰ παρ’ Εὐχαρίδου καὐτὸς τρεῖς γ’ἄγλιθας µετέπεµψα.
680
ἀλλ’ αὐτήν µοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.
Υἱός
οὐ γὰρ µεγάλη δουλεία ’στὶν τούτους µὲν ἅπαντας ἐν ἀρχαῖς
αὐτούς τ’ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων µισθοφοροῦντας;
σοὶ δ’ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς· οὓς αὐτὸς ἐλαύνων
καὶ πεζοµαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήσας.
685
καὶ πρὸς τούτοις ἐπιταττόµενος φοιτᾷς, ὃ µάλιστά µ’ ἀπάγχει·
ὅταν εἰσελθὸν µειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός,
ὡδὶ διαβάς, διακινηθεὶς τῷ σώµατι καὶ τρυφερανθείς,
ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθ’· « ὡς ὅστις ἂν ὑµῶν
ὕστερος ἐλθῃ τοῦ σηµείου, τὸ τριώβολον οὐ κοµιεῖται ».
690
αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχµήν, κἂν ὕστερος ἔλθῃ·
[καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν µεθ’ ἑαυτοῦ,]
ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγµα δύ’ ὄντε
ἐσπουδάκατον, κᾆθ’ ὡς πρίονθ’ ὁ µὲν ἕλκει, ὁ δ’ ἀντενέδωκεν·
σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόµενόν σε λέληθεν.
695
Πατήρ
ταυτί µε ποιοῦσ’; οἴµοι, τί λέγεις; ὥς µου τὸν θῖνα ταράττεις,
καὶ τὸν νοῦν µου προσάγεις µᾶλλον, κοὐκ οἶδ’ ὅ τι χρῆµά µε ποιεῖς.
Υἱός
σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν
ὑπὸ τῶν ἀεὶ δηµιζόντων οὐκ οἶδ’ ὅπῃ ἐγκεκύκλησαι,
ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου µέχρι Σαρδοῦς
700
οὐκ ἀπολαύεις πλὴν τοῦθ’ ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτ’ ἐρίῳ σοι
ἐνστάζουσιν κατὰ µικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχ’ ὥσπερ ἔλαιον.
βούλονται γάρ σε πένητ’ εἶναι, καὶ τοῦθ’ ὧν οὕνεκ’ ἐρῶ σοι·
ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθ’ ὅταν οὗτός γ’ ἐπισίξῃ,
ἐπὶ τῶν ἐχθρῶν τιν’ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς.
705
εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ ∆ήµῳ, ῥᾴδιον ἦν ἄν.
εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡµῖν ἀπάγουσιν·
τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ,
δύο µυριάδ’ ἂν τῶν δηµοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις
καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυῷ καὶ πυριάτῃ,
710
ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ’ν Μαραθῶνι τροπαίου.
νῦν δ’ ὥσπερ ἐλαολόγοι χωρεῖθ’ ἅµα τῷ τὸν µισθὸν ἔχοντι.
Πατήρ
oἴµοι, τί πέπονθ’; ὡς νάρκη µου κατὰ τῆς χειρὸς καταχεῖται;
καὶ τὸ ξίφος οὐ δύναµαι κατέχειν, ἀλλ’ ἤδη µαλθακός εἰµι.
Υἱός
ἀλλ’ ὁπόταν µὲν δείσωσ’ αὐτοί, τὴν Εὔβοιαν διδόασιν
715
ὑµῖν, καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα µεδίµνους
ποριεῖν. ἔδοσαν δ’ οὐπώποτέ σοι· πλὴν πρώην πέντε µεδίµνους,
καὶ ταῦτα µόλις ξενίας φεύγων, ἔλαβες κατὰ χοίνικα κριθῶν.
ὧν εἵνεκ’ ἐγώ σ’ ἀπέκλῃον ἀεὶ
βόσκειν ἐθέλων καὶ µὴ τούτους
720
ἐγχάσκειν σοι στοµφάζοντας.
καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν
ὅ τι βούλει σοι,
πλὴν κωλακρέτου γάλα πίνειν.
ᾨδή
Κορυφαῖος
ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν « πρὶν ἂν ἀµφοῖν µῦθον ἀκούσῃς,
725
οὐκ ἂν δικάσαις ». σὺ γὰρ οὖν νῦν µοι νικᾶν πολλῷ δεδόκησαι·
ὥστ’ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω
ἀλλ’, ὦ τῆς ἡλικίας ἡµῖν τῆς αὐτῆς συνθιασῶτα,
Χορός
πιθοῦ πιθοῦ λόγοισι, µηδ’ ἄφρων γένῃ
µηδ’ ἀτενὴς ἄγαν ἀτεράµων τ’ ἀνήρ.
730
εἴθ’ ὤφελεν µοι κηδεµὼν ἢ ξυγγενὴς
εἶναί τις ὅστις τοιαῦτ’ ἐνουθέτει,
σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐµφανὴς
ξυλλαµβάνει τοῦ πράγµατος, καὶ δῆλός ἐστιν εὖ ποιῶν·
σὺ δὲ παρὼν δέχου.
735
Υἱός
καὶ µὴν θρέψω γ’ αὐτὸν παρέχων
ὅσα πρεσβύτῃ ξύµφορα, χόνδρον
λείχειν, χλαῖναν µαλακήν, σισύραν,
πόρνην, ἥτις τὸ πέος τρίψει
καὶ τὴν ὀσφῦν.
740
ἀλλ’ ὅτι σιγᾷ κοὐδὲν γρύζει,
τοῦτ’ οὐ δύναταί µε προσέσθαι.
Χορός
νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγµαθ’, οἷς
τότ’ ἐπεµαίνετ’. ἔγνωκε γὰρ ἀρτίως,
λογίζεται τ’ ἐκεῖνα πάνθ’ ἁµαρτίας
745
ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
νῦν δ’ ἴσως τοῖσι σοῖς λόγοις πείθεται,
καὶ σωφρονεῖ µέντοι µεθιστὰς ἐς τὸ λοιπὸν τὸν τρόπον
πιθόµενός τέ σοι.
Πατήρ
ιώ µοί µοι.
750
Υἱός
οὗτος, τί βοᾷς;
Πατήρ
µή µοι τούτων µηδὲν ὑπισχνοῦ.
κείνων ἔραµαι, κεῖθι γενοίµαν,
ἵν’ ὁ κῆρύξ φησι « τίς ἀψήφιστος; ἀνιστάσθω ».
κἀπισταίην ἐπὶ τοῖς κηµοῖς
755
ψηφιζοµένων ὁ τελευταῖος.
« σπεῦδ’, ὦ ψυχή...» ποῦ µοι ψυχή; « πάρες, ὦ σκιερά...».
µὰ τὸν Ἡρακλέα µή νυν ἔτ’ ἐγὼ ’ν τοῖσι δικασταῖς
κλέπτοντα Κλέωνα λάβοιµι.
Ἐπεισόδιον
Υἱός
ἴθ’, ὦ πάτερ, πρὸς τῶν θεῶν ἐµοὶ πιθοῦ.
760
Πατήρ
τί σοι πίθωµαι; λέγ’ ὅ τι βούλει πλὴν ἑνός.
Υἱός
ποίου; φέρ’ ἴδω.
Πατήρ
τοῦ µὴ δικάζειν. τοῦτο δὲ
Ἅιδης διακρινεῖ πρότερον ἢ ’γὼ πείσοµαι.
Υἱός
σὺ δ’ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
ἐκεῖσε µὲν µηκέτι βάδιζ’, ἀλλ’ ἐνθάδε
765
αὐτοῦ µένων δίκαζε τοῖσιν οἰκέταις.
Πατήρ
περὶ τοῦ; τί ληρεῖς;
Υἱός
ταὔθ’ ἅπερ ἐκεῖ πράττεται.
ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ,
ταύτης ἐπιβολὴν ψηφιεῖ µίαν µόνην·
πάντως δὲ κἀκεῖ ταῦτ’ ἔδρας ἑκάστοτε.
770
καὶ ταῦτα µὲν νῦν εὐλόγως, ἢν ἐξέχῃ
ἕλη κατ’ ὄρθρον, λιάσει πρὸς ἥλιον·
εὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήµενος·
ὕοντος εἴσει· κἂν ἔγρῃ µεσηµβρινός,
οὐδείς σ’ ἀποκλῄσει θεσµοθέτης τῇ κιγκλίδι.
775
Πατήρ
τουτί µ’ ἀρέσκει.
Υἱός
πρὸς δὲ τούτοις γ’, ἢν δίκην
λέγῃ µακράν τις, οὐχὶ πεινῶν ἀναµενεῖς
δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούµενον.
Πατήρ
πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσοµαι
ὥσπερ πρότερον τὰ πράγµατ’ ἔτι µασώµενος;
780
Γἱός
πολλῷ γ’ ἂµεινον· καὶ λέγεται γὰρ τουτογί,
ὡς οἱ δικασταὶ ψευδοµένων τῶν µαρτύρων
µόλις τὸ πρᾶγµ’ ἔγνωσαν ἀναµασώµενοι.
Πατήρ
ἀνα τοί µε πείθεις. ἀλλ’ ἐκεῖν’ οὔπω λέγεις,
τὸν µισθὸν ὁπόθεν λήψοµαι.
Υἱός
παρ’ ἐµοῦ.
Πατήρ
καλῶς,
785
ὁτιὴ κατ’ ἐµαυτὸν κοὐ µεθ’ ἑτέρου λήψοµαι.
αἴσχιστα γάρ τοί µ’ ἠργάσατο Λυσίστρατος
ὁ σκωπτόλης. δραχµὴν µετ’ ἐµοῦ πρώην λαβὼν
ἐλθὼν διεκερµατίζετ’ ἐν τοῖς ἰχθύσιν,
κἄπειτ’ ἐνέθηκε τρεῖς λοπίδας µοι κεστρέων,
790
κἀγὼ ’νέκαψ’· ὀβολοὺς γὰρ ᾠόµην λαβεῖν.
κᾆτα βδελυχθεὶς ὀσφρόµενος ἐξέπτυσα·
κᾆθ’ εἷλκον αὐτόν.
Υἱός
ὁ δὲ τί πρὸς ταῦτ’ εἶφ’;
Πατήρ
ὅ τι;
ἀλεκτρυόνος µ’ ἔφασκε κοιλίαν ἔχειν.
« ταχὺ γοῦν καθέψεις τἀργύριον », ἦ δ’ ὃς λέγων.
795
Υἱός
ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.
Πατήρ
οὐ πάνυ τι µικρόν. ἀλλ’ ὅπερ µέλλεις ποίει.
Υἱός
ἀνάµενέ νυν· ἐγὼ δὲ ταῦθ’ ἥξω φέρων
***
Πατήρ
ὅρα τὸ χρῆµα, τὰ λόγι’ ὡς περαίνεται.
ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε
800
δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
κἀν τοῖς προθύροις ἐνοικοδοµήσ πᾶς ἀνὴρ
αὑτῷ δικαστηρίδιον µικρὸν πάνυ,
ὥσπερ Ἑκάταιον πανταχοῦ πρὸ τῶν θυρῶν.
Υἱός
ἰδού. τί ἔτ’ ἐρεῖς; ὡς ἅπαντ’ ἐγὼ φέρω,
805
ὅσαπέρ γ’ ἔφασκον κἄτι πολλῷ πλείονα.
ἀµὶς µέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
παρὰ σοὶ κρεµήσετ’ ἐγγὺς ἐπὶ τοῦ παττάλου.
Πατήρ
σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
ἐξηῦρες ἀτεχνῶς φάρµακον στραγγουρίας.
810
Υἱός
καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ
ῥοφεῖν, ἐὰν δέῃ τι.
Πατήρ
τοῦτ’ αὖ δεξιόν.
κἂν γὰρ πυρέττω, τόν γε µισθὸν λήψοµαι·
αὐτοῦ µένων γὰρ τὴν φακῆν ῥοφήσοµαι.
ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔµ’ ἐξηνέγκατε;
815
Υἱός
ἵνα γ’, ἢν καθεύδῃς ἀπολογουµένου τινός,
ᾄδων ἂνωθεν ἐξεγείρῃ σ’ οὑτοσί.
Πατήρ
ἓν ἔτι ποθῶ, τὰ δ’ ἄλλ’ ἀρέσκει µοι.
Υἱός
τὸ τί;
Πατήρ
θἠρῷον εἴ πως ἐκκοµίσαις τὸ τοῦ Λύκου.
Υἱός
πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.
820
Πατήρ
ὦ δέσποθ’ ἥρως, ὡς χαλεπὸς ἄρ’ ἦσθ’ ἰδεῖν.
[Σωσίας]
οἷόσπερ ἡµῖν φαίνεται Κλεώνυµος.
[Ξανθίας]
οὔκουν ἔχει γ’ οὐδ’ αὐτὸς ἥρως ὢν ὅπλα.
Υἱός
εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
ἐκάλουν.
Πατήρ
κάλει νυν, ὡς κάθηµ’ ἐγὼ πάλαι.
825
Υἱός
φέρε νυν, τίν’ αὐτῷ πρῶτον εἰσαγάγω δίκην;
τί τις κακὸν δέδρακε τῶν ἐν τῇ οἰκίᾳ;
ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν...
Πατήρ
ἐπίσχες, οὗτος· ὡς ὀλίγου µ’ ἀπώλεσας.
ἄνευ δρυφάκτου τὴν δίκην µέλλεις καλεῖν,
830
ὃ πρῶτον ἡµῖν τῶν ἱερῶν ἐφαίνετο;
Υἱός
µα τὸν ∆ί’ οὐ πάρεστιν.
Πατήρ
ἀλλ’ ἐγὼ δραµὼν
αὐτὸς κοµιοῦµαι τό γε παραυτίκ’ ἔνδοθεν.
Υἱός
τί ποτ’ τὸ χρῆµ’ ; ὡς δεινὸν ἡ φιλοχωρία.
[Ξανθίας]
βάλλ’ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.
835
Υἱός
τί δ’ ἐστὶν ἐτεόν;
[Ξανθίας]
οὐ γὰρ ὁ Λάβης ἀρτίως,
ὁ κύων, παρᾴξας εἰς τὸν ἰπνὸν ὑφαρπάσας
τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;
Υἱός
τοῦτ’ ἆρα πρῶτον τἀδίκηµα τῷ πατρὶ
εἰσακτέον µοι. σὺ δὲ κατηγόρει παρών.
840
[Ξανθίας]
µὰ ∆ί’ οὐκ ἔγωγ’, ἀλλ’ ἅτερός φησιν κύων
κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.
Υἱός
ἴθι νυν, ἄγ’ αὐτὼ δεῦρο.
[Ξανθίας]
ταῦτα χρὴ ποιεῖν.
Υἱός
τουτὶ τί ἐστι;
Πατήρ
«χοιροκοµεῖον» Ἑστίας.
Υἱός
εἶθ’ ἱεροσυλήσας φέρεις;
Πατήρ
οὔκ, ἀλλ’ ἵνα
845
ἀφ’ Ἑστίας ἀρχόµενος ἐπιτρίψω τινά.
ἀλλ’ εἴσαγ’ νύσας, ὡς ἐγὼ τιµᾶν βλέπω.
Υἱός
φέρε νυν, ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.
Πατήρ
οἴµοι, διατρίβεις κἀπολεῖς τριψηµερῶν.
ἐγὼ δ’ ἀλοκίζειν ἐδεόµην τὸ χωρίον.
850
Υἱός
ἰδού.
Πατήρ
κάλει νυν.
Υἱός
ταῦτα δή.
[Πατήρ]
τίς οὑτοσὶ
ὁ πρῶτός ἐστιν;
[Υἱός]
ἐς κόρακας. ὡς ἄχθοµαι,
ὁτιὴ ’πελαθόµην τοὺς καδίσκους ἐκφέρειν.
[Πατήρ]
οὗτος σύ, ποῖ θεῖς;
[Υἱός]
ἐπὶ καδίσκους.
[Πατήρ]
µηδαµῶς·
ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.
855
[Υἱός]
κάλλιστα τοίνυν. πάντα γὰρ πάρεστι νῷν
ὅσων δεόµεθα, πλήν γε δὴ τῆς κλεψύδρας.
[Πατήρ]
ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχι κλεψύδρα;
[Υἱός]
εὖ γ’ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.
[Πατήρ]
ἀλλ’ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω
860
καὶ µυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν,
ὅπως ἂν εὐξώµεσθα πρῶτα τοῖς θεοῖς.
ᾨδή
Χορός
καὶ µὴν ἡµεῖς
ἐπὶ ταῖς σπονδαῖς καὶ ταῖς εὐχαῖς
φήµην ἀγαθὴν λέξοµεν ὑµῖν,
865
ὅτι γενναίως ἐκ τοῦ πολέµου
καὶ τοῦ νείκους ξυνεβήτην.
Υἱός
εὐφηµία µὲν πρῶτα νῦν ὑπαρχέτω.
Χορός
ὦ Φοῖβ’ Ἄπολλον Πύθι’, ἐπ’ ἀγαθῇ τύχῃ
τὸ πρᾶγµ’, ὃ µηχανᾶται
870
ἔµπροσθεν οὗτος τῶν θυρῶν,
ἅπασιν ἡµῖν ἁρµόσαι
παυσαµένοις πλάνων.
ἰήιε Παιάν.
Υἱός
ὦ δέσποτ’ ἄναξ γεῖτον Ἀγυιεῦ, τοῦ ’µοῦ προθύρου προπύλαιε,
875
δέξαι τελετὴν καινήν, ὦ ’ναξ, ἣν τῷ πατρὶ καινοτοµοῦµεν.
παῦσον τ’ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος,
ἀντὶ σιραίου, µέλιτος µικρὸν τῷ θυµιδίῳ παραµείξας.
ἤδη δ’ εἶναι τοῖς ἀνθρώποις ἤπιον αὐτόν,
τοὺς φεύγοντάς τ’ ἐλεεῖν µᾶλλον τῶν γραψαµένων,
880
κἀπιδακρύειν ἀντιβολούντων,
καὶ παυσάµενον τῆς δυσκολίας
ἀπὸ τῆς ὀργῆς
τὴν ἀκαλήφην ἀφελέσθαι.
Χορός
ξυνευχόµεσθα <ταῦτά> σοι κἀπᾴδοµεν
885
νέαισιν ἀρχαῖς εἵνεκα τῶν προλελεγµένων.
εὖνοι γάρ ἐσµεν ἐξ οὗ
τὸν ∆ῆµον ᾐσθόµεσθά σου
φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ
τῶν γε νεωτέρων.
890
<ἰήιε Παιάν>
Ἐπεισόδιον
Υἱός
εἴ τις θύρασιν λιαστής, εἰσίτω·
ὡς ἡνίκ’ ἂν λέγωσιν, οὐκ ἐσφρήσοµεν.
Πατήρ
τίς ἆρ’ ὁ φεύγων;
Υἱός
οὗτος.
Πατήρ
ὅσον ἁλώσεται.
Υἱός
ἀκούετ’ ἤδη τῆς γραφῆς.
[Ξανθίας]
« ἐγράψατο
Κύων Κυδαθηναιεὺς Λάβητ’ Αἰξωνέα
895
τὸν τυρὸν ἀδικεῖν ὅτι µόνος κατήσθιεν
τὸν Σικελικόν. τίµηµα κλῳὸς σύκινος ».
Πατήρ
θάνατος µὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.
Υἱός
καὶ µὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.
Πατήρ
ὢ µιαρὸς οὗτος. ὡς δὲ καὶ κλέπτον βλέπει.
900
οἷον σεσηρὼς ἐξαπατήσειν µ’ οἴεται.
ποῦ δ’ <ἔσθ’> διώκων, ὁ Κυδαθηναιεὺς κύων;
Κύων
αὖ αὖ.
Υἱός
πάρεστιν [οὗτος].
[Ξανθίας]
ἕτερος οὗτος αὖ Λάβης,
ἀγαθός γ’ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.
Υἱός
σίγα, κάθιζε. σὺ δ’ ἀναβὰς κατηγόρει.
905
Πατήρ
φέρε νυν, ἅµα τήνδ’ ἐγχεάµενος κἀγὼ ῥοφῶ.
[Κύων]
τῆς µὲν γραφῆς ἠκούσαθ’ ἣν ἐγραψάµην,
ἄνδρες δικασταί, τουτονί. δεινότατα γὰρ
ἔργων δέδρακε κἀµὲ καὶ τὸ ῥυππαπαῖ.
ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν
910
κατεσικέλιζε κἀνέπλητ’ ἐν τῷ σκότῳ.
Πατήρ
νὴ τὸν ∆ί’, ἀλλὰ δῆλός ἐστ’· ἔµοιγέ τοι
τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν
ὁ βδελυρὸς οὗτος.
Κύων
κοὐ µετέδωκ’ αἰτοῦντί µοι.
καίτοι τίς ὑµᾶς εὖ ποιεῖν δυνήσεται,
915
ἢν µή τι κἀµοί τις προβάλλῃ, τῷ κυνί;
Πατήρ
οὐδὲν µετέδωκεν οὐδὲ τῷ κοινῷ γ’ ἐµοί.
θερµὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.
Υἱός
πρὸς τῶν θεῶν, µὴ προκαταγίγνωσκ’, ὦ πάτερ,
πρὶν ἄν γ’ ἀκούσῃς ἀµφοτέρων.
Πατήρ
ἀλλ’, ὦ ’γαθέ,
920
τὸ πρᾶγµα φανερόν ἐστιν· αὐτὸ γὰρ βοᾷ.
Κύων
µή νυν ἀφῆτέ γ’ αὐτόν, ὡς ὄντ’ αὖ πολὺ
κυνῶν ἁπάντων ἄνδρα µονοφαγίστατον,
ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ
ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.
925
Πατήρ
ἐµοὶ δέ γ’ οὐκ ἔστ’ οὐδὲ τὴν ὑδρίαν πλάσαι.
Κύων
πρὸς ταῦτα τοῦτον κολάσατ’, - οὐ γὰρ ἄν ποτε
τρέφειν δύναιτ’ ἂν µία λόχµη κλέπτα δύο -,
ἵνα µὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ·
ἐὰν δὲ µή, τὸ λοιπὸν οὐ κεκλάγξοµαι.
930
Πατήρ
ἰοὺ ἰού.
ὅσας κατηγόρησε τὰς πανουργίας.
κλέπτον τὸ χρῆµα τἀνδρός. οὐ καὶ σοὶ δοκεῖ,
ὦ ’λεκτρυών; νὴ τὸν ∆ί’ ἐπιµύει γέ τοι.
ὁ θεσµοθέτης· ποῦ ’σθ’ οὗτος; ἀµίδα µοι δότω.
935
Υἱός
αὐτὸς καθελοῦ· τοὺς µάρτυρας γὰρ ἐσκαλῶ.
Λάβητι µάρτυρας παρεῖναι τρύβλιον,
δοίδυκα, τυρόκνηστιν, ἐσχάραν, χύτραν,
καὶ τἄλλα τὰ σκεύη τὰ προσκεκαυµένα.
ἀλλ’ ἔτι σύ γ’ οὐρεῖς καὶ καθίζεις οὐδέπω;
940
Πατήρ
τοῦτον δέ γ’ οἶµ’ ἐγὼ χεσεῖσθαι τήµερον.
Υἱός
οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,
καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλ’ ὀδὰξ ἔχει;
ἀνάβαιν’, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.
Πατήρ
ἀλλ’ οὐκ ἔχειν οὗτος γ’ ἔοικεν ὅ τι λέγῃ.
945
Υἱός
οὐκ, ἀλλ’ ἐκεῖνό µοι δοκεῖ πεπονθέναι,
ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης·
ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
πάρεχ’ ἐκποδών· ἐγὼ γὰρ ἀπολογήσοµαι.
χαλεπὸν µέν, ὦ ’νδρες, ἐστὶ διαβεβληµένου
950
ὑπεραποκρίνεσθαι κυνός, λέξω δ’ ὅµως.
ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.
Πατήρ
κλέπτης µὲν οὖν οὗτός γε καὶ ξυνωµότης.
Υἱός
µὰ ∆ί’, ἀλλ’ ἄριστος ἐστι τῶν νυνὶ κυνῶν,
οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.
955
Πατήρ
τί οὖν ὄφελος, τὸν τυρὸν εἰ καθεσθίει;
Υἱός
ὅ τι; σοῦ προµάχεται καὶ φυλάττει τὴν θύραν,
καὶ τἄλλ’ ἄριστός ἐστιν. εἰ δ’ ὑφείλετο,
σύγγνωθι· κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.
Πατήρ
ἐγὼ δ’ ἐβουλόµην ἂν οὐδὲ γράµµατα,
960
ἵνα µὴ κακουργῶν ἐνέγραφ’ ἡµῖν τὸν λόγον.
Υἱός
ἄκουσον, ὦ δαιµόνιε, µου τῶν µαρτύρων.
ἀνάβηθι, τυρόκνηστι, καὶ λέξον µέγα·
σὺ γὰρ ταµιεύουσ’ ἔτυχες. ἀποκρίνοµαι σαφῶς,
εἰ µὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.
965
...φησὶ κατακνῆσαι.
Πατήρ
νὴ ∆ί’, ἀλλὰ ψεύδεται.
Υἱός
ὦ δαιµόνι’, ἐλέει τοὺς ταλαιπωρουµένους.
οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλι’ ἐσθίει
καὶ τὰς ἀκάνθας, κοὐδέποτ’ ἐν ταὐτῷ µένει.
ὁ δ’ ἕτερος οἷός ἐστιν. οἰκουρὸς µόνον·
970
ἀυτοῦ µένων γὰρ, ἅττ’ ἂν εἴσω τις φέρῃ,
τούτων µεταιτεῖ τὸ µέρος· εἰ δὲ µή, δάκνει.
Πατήρ
αἰβοῖ, τί κακόν ποτ’ ἔσθ’ ὅτῳ µαλάττοµαι;
κακόν τι περιβαίνει µε, κἀναπείθοµαι.
Υἱός
ἴθ’, ἀντιβολῶ σ’, οἰκτίρατ’ αὐτόν, ὦ πάτερ,
975
καὶ µὴ διαφθείρητε. ποῦ τὰ παιδία;
ἀναβαίνετ’, ὦ πόνηρα, καὶ κνυζούµενα
αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.
Πατήρ
κατάβα, κατάβα, κατάβα, κατάβα.
Υἱός
καταβήσοµαι.
καίτοι τὸ «κατάβα» τοῦτο πολλοὺς δὴ πάνυ
980
ἐξηπάτηκεν. ἀτὰρ ὅµως καταβήσοµαι.
Πατήρ
ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.
ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώµην ἐµὴν,
οὐδέν ποτ’ ἀλλ’ ἢ τῆς φακῆς ἐµπλήµενος.
Υἱός
οὔκουν ἀποφεύγει δῆτα;
Πατήρ
χαλεπὸν εἰδέναι.
985
Υἱός
ἴθ’, ὦ πατρίδιον, ἐπὶ τὰ βελτίω τρέπου.
τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον
µύσας παρᾷξον κἀπόλυσον, ὦ πάτερ.
Πατήρ
οὐ δῆτα· κιθαρίζειν γὰρ οὐκ ἐπίσταµαι.
Υἱός
φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.
990
Πατήρ
ὅδ’ ἔσθ’ ὁ πρότερος;
Υἱός
οὗτος.
Πατήρ
αὕτη ’νταυθ ἔνι.
Υἱός
ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.
φέρ’ ἐξεράσω.
Πατήρ
πῶς ἄρ’ ἠγωνίσµεθα;
Υἱός
δείξειν ἔοικεν. ἐκπέφευγας, ὦ Λάβης.
πάτερ πάτερ, τί πέπονθας; οἴµοι. ποῦ ’σθ’ ὕδωρ;
995
ἔπαιρε σαυτόν.
Πατήρ
εἰπέ νυν ἐκεῖνό µοι
ὄντως ἀπέφυγε;
Υἱός
νὴ ∆ί’.
Πατήρ
οὐδέν εἰµ’ ἄρα.
Υἱός
µὴ φροντίσῃς, ὦ δαιµόνι’, ἀλλ’ ἀνίστασο.
Πατήρ
πῶς οὖν ἐµαυτῷ τοῦτ’ ἐγὼ ξυνείσοµαι,
φεύγοντ’ ἀπολύσας ἄνδρα; τί ποτε πείσοµαι;
1000
ἀλλ’, ὦ πολυτίµητοι θεοί, ξύγγνωτέ µοι·
ἄκων γὰρ αὔτ’ ἔδρασα κοὐ τοῦ ’µοῦ τρόπου.
Υἱός
καὶ µηδὲν ἀγανάκτει γ’. ἐγὼ γάρ σ’, ὦ πάτερ,
θρέψω καλῶς, ἄγων µετ’ ἐµαυτοῦ πανταχοῖ,
ἐπὶ δεῖπνον, εἰς ξυµπόσιον, ἐπὶ θεωρίαν,
1005
ὥσθ’ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον·
κοὐκ ἐγχανεῖταί σ’ ἐξαπατῶν Ὑπέρβολος.
ἀλλ’ εἰσίωµεν.
Πατήρ
ταῦτά νυν, εἴπερ δοκεῖ.
Κοµµάτιον
Χορός
ἀλλ’ ἴτε χαίροντες ὅποι βούλεσθ’. ὑµεῖς δὲ τέως,
ὦ µυριάδες ἀναρίθµητοι,
1010
νῦν µὲν τὰ µέλλοντ’ εὖ λέγεσ-
θαι µὴ πέσῃ φαύλως χαµᾶζ’,
εὐλαβεῖσθε. τοῦτο γὰρ σκαιῶν θεατῶν
ἐστι πάσχειν, κοὐ πρὸς ὑµῶν.
Παράβασις
Κορυφαῖος
νῦν αὖτε, λεῴ, προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε.
1015
µέµψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυµεῖ.
ἀδικεῖσθαι γάρ φησιν, πρότερος πόλλ’ αὐτοὺς εὖ πεποιηκώς·
τὰ µὲν οὐ φανερῶς ἀλλ’ ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς,
µιµησάµενος τὴν Εὐρυκλέους µαντείαν καὶ διάνοιαν,
εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωµῳδικὰ πολλὰ χέασθαι,
1020
µετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθ’ ἑαυτόν,
οὐκ ἀλλοτρίων ἀλλ’ οἰκείων Μουσῶν στόµαθ’ ἡνιοχήσας.
ἀρθεὶς δὲ µέγας καὶ τιµηθεὶς ὡς οὐδεὶς πώποτ’ ἐν ὑµῖν,
οὐκ † ἐκτελέσαι † φησὶν ἐπαρθείς, οὐδ’ ὀγκῶσαι τὸ φρόνηµα,
οὐδὲ παλαίστρας περικωµάζειν πειρῶν· οὐδ’, εἴ τις ἐραστὴς
1025
κωµῳδεῖσθαι παιδίχ’ ἑαυτοῦ µισῶν ἔσπευσε πρὸς αὐτόν,
οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώµην τιν’ ἔχων ἐπιεικῆ,
ἵνα τὰς Μούσας αἷσιν χρῆται µὴ προαγωγοὺς ἀποφήνῃ·
οὐδ’, ὅτε πρῶτόν γ’ ἦρξε διδάσκειν, ἀνθρώποις φήσι ἐπιθέσθαι,
ἀλλ’ Ἡρακλέους ὀργήν τιν’ ἔχων τοῖσι µεγίστοις ἐπιχειρεῖν,
1030
θρασέως ξυστὰς εὐθὺς ἀπ’ αρχῆς αὐτῷ τῷ καρχαρόδοντι,
οὗ δεινόταται µὲν ἀπ’ ὀφθαλµῶν Κύννης ἀκτῖνες ἔλαµπον,
ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰµωξοµένων ἐλιχµῶντο
περὶ τὴν κεφαλήν, φωνὴν δ’ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
φώκης δ’ ὀσµήν, Λαµίας δ’ ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καµήλου. 1035
τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι,
ἀλλ’ ὑπὲρ ὑµῶν ἔτι καὶ νυνὶ πολεµεῖ. φησίν τε µετ’ αὐτὸν
τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν,
oἳ τοὺς πατέρας τ’ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον,
κατακλινόµενοί τ’ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγµοσιν ὑµῶν
1040
ἀντωµοσίας καὶ προσκλήσεις καὶ µαρτυρίας συνεκόλλων,
ὥστ’ ἀναπηδᾶν δειµαίνοντας πολλοὺς ὡς τὸν πολέµαρχον.
τοιόνδ’ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτὴν
πέρυσιν καταπρούδοτε καινοτάταις σπείραντ’ αὐτὸν διανοίαις,
ἃς ὑπὸ τοῦ µὴ γνῶναι καθαρῶς ὑµεῖς ἐποιήσατ’ ἀναλδεῖς.
1045
καίτοι σπένδων πόλλ’ ἐπὶ πολλοῖς ὄµνυσιν τὸν ∆ιόνυσον
µὴ πώποτ’ ἀµείνον ἔπη τούτων κωµῳδικὰ µηδέν’ ἀκοῦσαι.
τοῦτο µὲν οὖν ἐσθ’ ὑµῖν αἰσχρὸν τοῖς µὴ γνοῦσιν παραχρῆµα
ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόµισται,
εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξύνετριψεν.
1050
ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν,
ὦ δαιµόνιοι, τοὺς ζητοῦντας
καινόν τι λέγειν κἀξευρίσκειν
στέργετε µᾶλλον καὶ θεραπεύετε,
καὶ τὰ νοήµατα σῴζεσθ’ αὐτῶν,
1055
ἐσβάλλετέ τ’ εἰς τὰς κιβωτοὺς µετὰ τῶν µήλων.
κἂν ταῦτα ποιῆθ’, ὑµῖν δι’ ἔτους
τῶν ἱµατίων
ὀζήσει δεξιότητος.
ὢ πάλαι ποτ’ ὄντες ἡµεῖς ἄλκιµοι µὲν ἐν χοροῖς,
1060
ἄλκιµοι δ’ ἐν µάχαις,
καὶ κατ’ αὐτὸ δὴ τοῦτο µόνον ἄνδρες ἀλκιµώτατοι.
πρίν ποτ’ ἦν πρὶν ταῦτα, νῦν
δ’ οἴχεται, κύκνου τ’ <ἔτι> πολιώτεραι δὴ
αἵδ’ ἐπανθοῦσιν τρίχες.
1065
ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ τῶνδε ῥώµην
νεανικὴν σχεῖν· ὡς ἐγὼ τοὐµὸν νοµίζω
γῆρας εἶναι κρεῖττον ἢ πολλ-
ῶν κικίννους νεανιῶν καὶ
σχῆµα κεὐρυπρωκτίαν.
1070
εἴ τις ὑµῶν, ὦ θεαταί, τὴν ἐµὴν ἰδὼν φύσιν
εἶτα θαυµάζει µ’ ὁρῶν µέσον διεσφηκωµένον,
ἥτις ἡµῶν ἐστιν ἡ ’πίνοια τῆς ἐγκεντρίδος,
ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἂµουσος ᾖ τὸ πρίν.
ἐσµὲν ἡµεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον,
1075
Ἀττικοὶ µόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες,
ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν
ὠφελῆσαν ἐν µάχαισιν, ἡνίκ’ ἦλθ’ ὁ βάρβαρος,
τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν,
ἐξελεῖν ἡµῶν µενοινῶν πρὸς βίαν τἀνθρήνια.
1080
εὐθέως γὰρ ἐκδραµόντες ξὺν δορὶ ξὺν ἀσπίδι
ἐµαχόµεσθ’ αὐτοῖσι, θυµὸν ὀξίνην πεπωκότες,
στὰς ἀνὴρ παρ’ ἄνδρ’, ὑπ’ ὀργῆς τὴν χελύνην ἐσθίων.
ὑπὸ δὲ τῶν τοξευµάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν.
ἀλλ’ ὅµως ἐωσάµεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν·
1085
γλαῦξ γὰρ ἡµῶν πρὶν µάχεσθαι τὸν στρατὸν διέπτετο.
εἶτα δ’ εἱπόµεσθα θυννάζοντες εἰς τοὺς θυλάκους,
οἱ δ’ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούµενοι,
ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι
µηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.
1090
Κορυφαῖος
ἆρα δεινὸς τόθ’, ὥστε πάντα µὴ δεδοικέναι,
καὶ καταστρεψάµην
τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν.
οὐ γὰρ ἦν ἡµῖν ὅπως
ῥῆσιν εὖ λέξειν ἐµέλλοµεν τότ’ οὐδὲ
1095
συκοφαντήσειν τινὰ
φροντίς, ἀλλ’ ὅστις ἐρέτης ἔσοιτ’ ἄριστος.
τοιγαροῦν πολλὰς πόλεις Μήδων ἑλόντες
αἰτιώτατοι φέρεσθαι τὸν φόρον δεῦρ’
1099/1100
ἐσµέν, ὅν κλέπτουσιν οἱ νεώτεροι.
πολλαχοῦ σκοποῦντες ἡµας εἰς ἅπανθ’ εὑρήσετε
τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐµφερεστάτους.
πρῶτα µὲν γὰρ οὐδὲν ἡµῶν ζῷον ἠρεθισµένον
µᾶλλον ὀξύθυµόν ἐστιν οὐδὲ δυσκολώτερον.
1105
εἶτα τἄλλ’ ὅµοια πάντα σφηξὶ µηχανώµεθα.
ξυλλεγέντες γὰρ καθ’ ἑσµοὺς ὡσπερεὶ τἀνθρήνια
οἱ µὲν ἡµῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα,
οἱ δ’ ἐν ᾨδείῳ δικάζουσ’, οἱ δὲ πρὸς τοῖς τειχίοις
ξυµβεβυσµένοι πυκνόν, νεύοντες εἰς τὴν γῆν, µόλις
1110
ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούµενοι.
ἔς τε τὴν ἄλλην δίαιτάν ἐσµεν εὐπορώτατοι·
πάντα γὰρ κεντοῦµεν ἄνδρα κἀκπορίζοµεν βίον.
ἀλλὰ γὰρ κηφῆνες ἡµῖν εἰσιν ἐγκαθήµενοι
οὐκ ἔχοντες κέντρον, οἳ µένοντες ἡµῶν τοῦ φόρου
1115
τὸν πόνον κατεσθίουσιν οὐ ταλαιπωρούµενοι.
τοῦτο δ’ ἔστ’ ἄλγιστον ἡµῖν, ἤν τις ἀστράτευτος ὢν
ἐκροφῇ τὸν µισθὸν ἡµῶν, τῆσδε τῆς χώρας ὕπερ
µήτε κώπην µήτε λόγχην µήτε φλύκταιναν λαβών.
ἀλλά µοι δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔµβραχυ
1120
ὅστις ἂν µὴ ’χῃ τὸ κέντρον µὴ φέρειν τριώβολον.
Ἐπεισόδιον
Πατήρ
oὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσοµαι,
ἐπεὶ µόνος µ’ ἔσωσε παρατεταγµένον,
ὅθ’ ὁ Βορέας ὁ µέγας ἐπεστρατεύσατο.
Υἱός
ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυµεῖν παθεῖν.
1125
Πατήρ
µὰ τὸν ∆ί’, οὐ γὰρ οὐδαµῶς µοι ξύµφορον.
καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐµπλήµενος
ἀπέδωκ’ ὀφείλων τῳ κναφεῖ τριώβολον.
Υἱός
ἀλλ’ οὖν πεπειράσθω γ’, ἐπειδήπερ γ’ ἅπαξ
ἐµοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.
1130
Πατήρ
τί οὖν κελεύεις δρᾶν µε;
Υἱός
τὸν τρίβων’ ἄφες,
τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.
Πατήρ
ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,
ὅθ’ οὑτοσί µε νῦν ἀποπνῖξαι βούλεται;
Υἱός
ἔχ’, ἀναβαλοῦ τηνδὶ λαβών, καὶ µὴ λάλει.
1135
Πατήρ
τουτὶ τὸ κακὸν τί ἐστι, πρὸς πάντων θεῶν;
Υἱός
οἱ µὲν καλοῦσι Περσίδ’, οἱ δὲ καυνάκην.
Πατήρ
ἐγὼ δὲ σισύραν ᾠόµην Θυµαιτίδα.
Υἱός
κοὐ θαῦµά γ’· ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.
ἔγνως γὰρ ἄν· νῦν δ’ οὐχὶ γιγνώσκεις.
Πατήρ
ἐγὼ;
1140
µὰ τὸν ∆ί’ οὐ τοίνυν, ἀτὰρ δοκεῖ γέ µοι
ἐοικέναι µάλιστα Μορύχου σάγµατι.
Υἱός
οὔκ, ἀλλ’ ἐν Ἐκβατάνοισι ταῦθ’ ὑφαίνεται.
Πατήρ
ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;
Υἱός
πόθεν, ὦ ’γάθ’; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις
1145
ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι
ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.
Πατήρ
οὔκουν ἐριώλην δῆτ’ ἐχρῆν αὐτὴν καλεῖν
δικαιότερόν γ’ ἢ καυνάκην;
Υἱός
ἔχ’, ὦ ’γαθέ,
καὶ στῆθ’ ἀναµπισχόµενος.
Πατήρ
οἴµοι δείλαιος.
1150
ὡς θερµὸν ἡ µιαρά τί µου κατήρυγεν.
Υἱός
οὐκ ἀναβαλεῖ;
Πατήρ
µὰ ∆ί’ οὐκ ἔγωγ’.
Υἱός:
ἀλλ’, ὦ ’γαθέ...
Πατήρ
εἴπερ γ’ ἀνάγκη, κρίβανόν µ’ ἀµπίσχετε.
Υἱός
φέρ’, ἀλλ’ ἐγώ σε περιβάλῶ.
[Πατήρ]
σὺ δ’ οὖν ἴθι·
παράθου γε µέντοι καὶ κρεάγραν.
Υἱός
τιὴ τί δή;
1155
Πατήρ
ἵν’ ἐξέλῃς µε πρὶν διερρυηκέναι.
Υἱός
ἄγε νυν, ὑπολύου τὰς καταράτους ἐµβάδας,
τασδὶ δ’ νύσας ὑπόδυθι τὰς Λακωνικάς.
Πατήρ
ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε
ἐχθρῶν παρ’ ἀνδρῶν δυσµενῆ καττύµατα;
1160
Υἱός
ἔνθες ποτ’, ὦ τᾶν, κἀπόβαιν’ ἐρρωµένως
ἐς τὴν Λακωνικὴν νύσας.
Πατήρ
ἀδικεῖς γέ µε
εἰς τὴν πολεµίαν ἀποβιβάζων τὸν πόδα.
Υἱός
φέρε, καὶ τὸν ἕτερον.
Πατήρ:
µηδαµῶς τοῦτόν γ’, ἐπεὶ
πάνυ µισολάκων αὐτοῦ ’στιν εἷς τῶν δακτύλων.
1165
Υἱός
οὐκ ἔστι παρὰ ταῦτ’ ἄλλα.
Πατήρ
κακοδαίµων ἐγώ,
ὅστις ἐπὶ γήρως χίµετλον οὐδὲν λήψοµαι.
Υἱός
νυσόν ποθ’ ὑποδησάµενος. εἶτα πλουσίως
ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.
Πατήρ
ἰδού. θεῶ τὸ σχῆµα, καὶ σκέψαι µ’ ὅτῳ
1170
µάλιστ’ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.
Υἱός
ὅτῳ; δοθιῆνι σκόροδον ἠµφιεσµένῳ.
Πατήρ
καὶ µὴν προθυµοῦµαί γε σαυλοπρωκτιᾶν.
Υἱός
ἄγε νυν, ἐπιστήσει λόγους σεµνοὺς λέγειν
ἀνδρῶν παρόντων πολυµαθῶν καὶ δεξιῶν;
1175
Πατήρ
ἔγωγε.
Υἱός
τίνα δῆτ’ ἂν λέγοις;
Πατήρ
πολλοὺς πάνυ.
πρῶτον µὲν ὡς ἡ Λάµι’ ἁλοῦσ’ ἐπέρδετο,
ἔπειτα δ’ ὡς ὁ Καρδοπίων τὴν µητέρα...
Υἱός
µὴ ’µοιγε µύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,
οἵους λέγοµεν µάλιστα, τοὺς κατ’ οἰκίαν.
1180
Πατήρ
ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατ’ οἰκίαν
ἐκεῖνον ὡς « οὕτω ποτ’ ἦν µῦς καὶ γαλῆ... »
Υἱός
« ὦ σκαιὲ κἀπαίδευτε », Θεογένης ἔφη
τῷ κοπρολόγῳ, καὶ ταῦτα λοιδορούµενος·
µῦς καὶ γαλᾶς µέλλεις λέγειν ἐν ἀνδράσιν;
1185
Πατήρ
ποίους τινὰς δὲ χρὴ λέγειν;
Υἱός
µεγαλοπρεπεῖς·
ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.
Πατήρ
ἐγὼ δὲ τεθεώρηκα πώποτ’; οὐδαµοῖ,
πλὴν ἐς Πάρον, καὶ ταῦτα δύ’ ὀβολὼ φέρων.
Υἱός
ἀλλ’ οὖν λέγειν χρή σ’ ὡς ἐµάχετό γ’ αὐτίκα
1190
Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,
ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι
πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ
θώρακ’ ἄριστον.
Πατήρ
παῦε παῦ’, οὐδὲν λέγεις.
πῶς ἂν µαχέσαιτο παγκράτιον θώρακ’ ἔχων;
1195
Υἱός
οὕτως διηγεῖσθαι νοµίζουσ’ οἱ σοφοί.
ἀλλ’ ἕτερον εἰπέ µοι· παρ’ ἀνδράσι ξένοις
πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς
ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;
Πατήρ
ἐκεῖν’ ἐκεῖν’ ἀνδρειότατόν γε τῶν ἐµῶν,
1200
ὅτ’ Ἐργασίωνος τὰς χάρακας ὑφειλόµην.
Υἱός
ἀπολεῖς µε. ποίας χάρακας; ἀλλ’ ὡς ἢ κάπρον
ἐδιώκαθές ποτ’ ἢ λαγών, ἢ λαµπάδα
ἔδραµες, ἀνευρὼν ὅ τι νεανικώτατον.
Πατήρ
ἐγᾦδα τοίνυν τό γε νεανικώτατον·
1205
ὅτε τὸν δροµέα Φάυλλον ὢν βούπαις ἔτι
εἷλον διώκων λοιδορίας ψήφοιν δυοῖν.
Υἱός
παῦ’· ἀλλὰ δευρὶ κατακλινεὶς προσµάνθανε
ξυµποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
Πατήρ
πῶς οὖν κατακλινῶ; φράζ’ νύσας.
Υἱός
εὐσχηµόνως.
1210
Πατήρ
ὡδὶ κελεύεις κατακλῆναι;
Υἱός
µηδαµῶς.
Πατήρ
πῶς δαί;
Υἱός
τὰ γόνατ’ ἔκτεινε, καὶ γυµναστικῶς
ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώµασιν.
ἔπειτ’ ἐπαίνεσόν τι τῶν χαλκωµάτων,
ὀροφὴν θέασαι, κρεκάδι’ αὐλῆς θαύµασον.
1215
ὕδωρ κατὰ χειρός· τὰς τραπέζας εἰσφέρειν·
δειπνοῦµεν· ἀπονενίµµεθ’· ἤδη σπένδοµεν.
Πατήρ
πρὸς τῶν θεῶν, ἐνύπνιον ἑστιώµεθα;
Υἱός
αὑλητρὶς ἐνεφύσησεν· οἱ δὲ συµπόται
εἰσὶν Θέωρος, Αἰσχίνης, Φᾶνος, Κλέων,
1220
ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.
τούτοις ξυνὼν τὰ σκόλι’ ὅπως δέξει καλῶς.
Πατήρ
ἄληθες; ὡς οὐδείς ∆ιακρίων δέξεται. †
Υἱός
ἐγὼ εἴσοµαι. καὶ δὴ γάρ εἰµ’ ἐγὼ Κλέων,
ᾄδω δὲ πρῶτος Ἁρµοδίου· δέξαι δὲ σύ.
1225
« οὐδεὶς πώποτ’ ἀνὴρ ἔγεντ’ Ἀθήναις...»
Πατήρ
«...οὐχ οὕτω γε πανοῦργος <οὐδὲ> κλέπτης ».
Υἱός
τουτὶ σὺ δράσεις; παραπολεῖ βοώµενος·
φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν
καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.
Πατήρ
ἐγὼ δέ γε,
1230
ἐὰν ἀπειλῇ, νὴ ∆ί’ ἕτερ’ ἀντᾴσοµαι·
« ὦ ’νθρωφ’, οὗτος ὁ µαιόµενος τὸ µέγα κράτος,
ἀντρέψεις ἔτι τὰν πόλιν· ἁ δ’ ἔχεται ῥοπᾶς ».
1234/5
Υἱός
τί δ’, ὅταν Θέωρος πρὸς ποδῶν κατακείµενος
ᾄδῃ Κλέωνος λαβόµενος τῆς δεξιᾶς·
« Ἀδµήτου λόγον, ὦ ’ταῖρε, µαθὼν τοὺς ἀγαθοὺς φίλει...»
1238/9
τούτῳ τί λέξεις σκόλιον;
Πατήρ
ᾠδικῶς ἐγώ.
1240
« οὐκ ἔστιν ἀλωπεκίζειν,
οὐδ’ ἀµφοτέροισι γίγνεσθαι φίλον ».
Υἱός
µετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται,
ἀνὴρ σοφὸς καὶ µουσικός, κᾆτ’ ᾄσεται
« χρήµατα καὶ βίον
1245
Κλειταγόρᾳ τε κἀ-
µοὶ µετὰ Θετταλῶν...»
Πατήρ
«...πολλὰ δὴ διεκόµπασας σὺ κἀγώ ».
Υἱός
τουτὶ µὲν ἐπιεικῶς σύ γ’ ἐξεπίστασαι.
ὅπως δ’ ἐπὶ δεῖπνον εἰς Φιλοκτήµονος ἴµεν.
1250
παῖ παῖ· τὸ δεῖπνον, Χρυσὲ, συσκεύαζε νῷν
ἵνα καὶ µεθυσθῶµεν διὰ χρόνου.
Πατήρ
µηδαµῶς.
κακὸν τὸ πίνειν. ἀπὸ γὰρ οἴνου γίγνεται
καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
κἄπειτ’ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.
1255
Υἱός
οὔκ, ἢν ξυνῇς γ’ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.
ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα,
ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,
Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,
ὧν ἔµαθες ἐν τῷ συµποσίῳ· κᾆτ’ ἐς γέλων
1260
τὸ πρᾶγµ’ ἔτρεψας, ὥστ’ ἀφείς σ’ ἀποίχεται.
Πατήρ
µαθητέον τἄρ’ ἐστὶ πολλοὺς τῶν λόγων,
εἴπερ γ’ ἀποτείσω µηδέν, ἤν τι δρῶ κακόν.
Υἱός
ἄγε νυν, ἴωµεν· µηδὲν ἡµᾶς ἰσχέτω.
∆ευτέρη Παράβασις
Χορός
πολλάκις δὴ ’δοξ’ ἐµαυτῷ δεξιὸς πεφυκέναι
1265
καὶ σκαιὸς οὐδεπώποτε,
ἀλλ’ Ἀµυνίας ὁ Σέλλου µᾶλλον, οὑκ τῶν Κρωβύλων,
οὗτος ὅν γ’ ἐγώ ποτ’ εἶδον ἀντὶ µήλου καὶ ῥοᾶς δειπ-
νοῦντα µετὰ Λεωγόρου·
πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν.
1270
ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετ’·
εἶτ’ ἐκεῖ µόνος µόνοις
τοῖς Πενέσταισι ξυνῆν τοῖς
Θετταλῶν, αὐτὸς πενέστης ὢν ἐλάττων οὐδενός.
ὦ µακάρι’ Αὐτόµενες, ὥς σε µακαρίζοµεν.
1275
παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους·
πρῶτα µὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον,
τὸν κιθαραοιδότατον, ᾧ χάρις ἐφέσπετο·
τὸν δ’ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν·
εἶτἈριφράδην πολύ τι θυµοσοφικώτατον,
1280
† ὅντινά ποτ’ ὤµοσε µαθόντα παρὰ µηδενὸς
ἀλλ’ ἀπὸ σοφῆς φύσεος αὐτόµατον ἐκµαθεῖν †
γλωττοποιεῖν εἰς τὰ πορνεῖ’ εἰσιόνθ’ ἑκάστοτε.
* * *
εἰσί τινες οἵ µ’ ἔλεγον ὡς καταδιηλλάγην,
ἡνίκα Κλέων µ’ ὑπετάραττεν ἐπικείµενος
1285
καί µε κακίσταις ἔκνισε, κᾆθ’, ὅτ’ ἀπεδειρόµην,
οὑκτὸς ἐγέλων µέγα κεκραγότα θεώµενοι,
οὐδὲν ἄρ’ ἐµοῦ µέλον, ὅσον δὲ µόνον εἰδέναι
σκωµµάτιον εἴ ποτέ τι θλιβόµενος ἐκβαλῶ.
ταῦτα κατιδὼν ὑπό τι µικρὸν ἐπιθήκισα·
1290
εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄµπελον.
Ἐπεισόδιον
[Κροῖσος]
ἰὼ· χελῶναι µακάριαι τοῦ δέρµατος
καὶ τρισµακάριαι τοῦ ’πὶ ταῖς πλευραῖς τέγους
ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς
κεράµῳ τὸ νῶτον, ὥστε τὰς πληγὰς στέγειν.
1295
ἐγὼ δ’ ἀπόλωλα στιζόµενος βακτηρίᾳ.
Χορός
τί δ’ ἐστίν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,
καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.
[Κροῖσος]
οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρ’ ἦν κακὸν
καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος;
1300
καίτοι παρῆν Ἵππυλλος, Ἀντιφῶν, Λύκων,
Λυσίστρατος, Θούφραστος, οἱ περὶ Φρύνιχον.
τούτων ἁπάντων ἦν ὑβριστότατος µακρῷ.
εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν,
ἐνήλατ’, ἐσκίρτα, ’πεπόρδει, κατεγέλα,
1305
ὥσπερ καχρύων ὀνίδιον εὐωχηµένον·
κἄτυπτε δή µε νεανικῶς « παῖ, παῖ » καλῶν.
εἶτ’ αὐτόν, ὡς εἶδ’ ᾔκασεν Λυσίστρατος·
« ἔοικας, ὦ πρεσβῦτα, νεοπλούτῳ τρυγὶ
κλητῆρί τ’ εἰς ἀχυρµὸν ἀποδεδρακότι ».
1310
ὁ δ’ ἀνακραγὼν ἀντῄκασ’ αὐτὸν πάρνοπι
τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι,
Σθενέλῳ τε τὰ σκευάρια διακεκαρµένῳ.
oἱ δ’ ἀνεκρότησαν, πλήν γε Θουφράστου µόνου·
oὗτος δὲ διεµύλλαινεν, ὡς δὴ δεξιός.
1315
ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετ’· « εἰπέ µοι,
ἐπὶ τῷ κοµᾷς καὶ κοµψὸς εἶναι προσποιεῖ,
κωµῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ’ ἀεί »;
τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν µέρει,
σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων
1320
ἀµαθέστατ’ οὐδὲν εἰκότας τῷ πράγµατι.
ἔπειτ’, ἐπειδὴ ’µέθυεν, οἴκαδ’ ἔρχεται
τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ.
ὁδὶ δὲ καὶ δὴ σφαλλόµενος προσέρχεται.
ἀλλ’ ἐκποδὼν ἄπειµι πρὶν πληγὰς λαβεῖν.
1325
Πατήρ
ἄνεχε...πάρεχε.
κλαύσεταί τις τῶν ὄπισθεν
ἐπακολουθούντων ἐµοί.
οἷον, εἰ µὴ ’ρρήσεθ’, ὑµᾶς,
ὦ πόνηροι, ταυτῃὶ τῇ
1330
δᾳδὶ φρυκτοὺς σκευάσω.
[Ὀργιζόµενος Ἀνήρ]
ἦ µὴν σὺ δώσεις αὔριον τούτων δίκην
ἡµῖν ἅπασι, κεἰ σφόδρ’ εἶ νεανίας.
ἁθρόοι γὰρ ἥξοµέν σε προσκαλούµενοι.
Πατήρ
ἰὴ ἰεῦ, «καλούµενοι».
1335
ἀρχαῖά γ’ ὑµῶν. ἆρά γ’ ἴσθ’
ὡς οὐδ’ ἀκούων ἀνέχοµαι
δικῶν; ἰαιβοῖ αἰβοῖ.
τάδε µ’ ἀρέσκει· βάλλε κηµούς.
οὐκ ἄπεισι; ποῦ ’στιν <ἡµιν> λιαστής; ἐκποδών.
1340
ἀνάβαινε δεῦρο, χρυσοµηλολόνθιον,
τῇ χειρὶ τουδὶ λαβοµένη τοῦ σχοινίου.
ἔχου· φυλάττου δ’, ὡς σαπρὸν τὸ σχοινίον·
ὅµως γε µέντοι τριβόµενον οὐκ ἄχθεται.
ὁρᾷς ἐγώ σ’ ὡς δεξιῶς ὑφειλόµην
1345
µέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυµπότας·
ὧν οὕνεκ’ ἀπόδος τῷ πέει τῳδὶ χάριν.
ἀλλ’ οὐκ ἀποδώσεις οὐδ’ ἐφιαλεῖς, οἶδ’ ὅτι,
ἀλλ’ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ µέγα·
πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτ’ ἠργάσω.
1350
ἐὰν γένῃ δὲ µὴ κακὴ νυνὶ γυνή,
ἐγώ σ’, ἐπειδὰν οὑµὸς υἱὸς ἀποθάνῃ,
λυσάµενος ἕξω παλλακήν, ὦ χοιρίον.
νῦν δ’ οὐ κρατῶ ’γὼ τῶν ἐµαυτοῦ χρηµάτων·
νέος γάρ εἰµι. καὶ φυλάττοµαι σφόδρα·
1355
τὸ γὰρ ὑΐδιον τηρεῖ µε, κἄστι δύσκολον
κἄλλως κυµινοπριστοκαρδαµογλύφον.
ταῦτ’ οὖν περί µου δέδοικε µὴ διαφθαρῶ·
πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐµοῦ.
ὁδὶ δὲ καὐτός. ἐπὶ σὲ κἄµ’ ἔοικε θεῖν.
1360
ἀλλ’ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς
λαβοῦσ’, ἵν’ αὐτὸν τωθάσω νεανικῶς,
οἵοις ποθ’ οὗτος ἐµὲ πρὸ τῶν µυστηρίων.
Υἱός
ὦ οὗτος οὗτος, τυφεδανὲ καὶ χοιρόθλιψ,
ποθεῖν ἐρᾶν τ’ ἔοικας ὡραίας σοροῦ.
1365
οὔτοι καταπροίξει µὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.
Πατήρ
ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.
Υἱός
οὐ δεινὰ τωθάζειν σε, τὴν αὐλητρίδα
τῶν ξυµποτῶν κλέψαντα;
Πατήρ
ποίαν αὐλητρίδα;
τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύµβου πεσών;
1370
Υἱός
νὴ τὸν ∆ί’, αὕτη πού ’στί σοί γ’ ἡ ∆αρδανίς.
Πατήρ
οὔκ, ἀλλ’ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.
Υἱός
δᾲς ἥδε;
Πατήρ
δᾲς δῆτ’. οὐχ ὁρᾷς ἐστιγµένην;
Υἱός
τί δὲ τὸ µέλαν τοῦτ’ ἐστὶν αὐτῆς τοὐν µέσῳ;
Πατήρ
ἡ πίττα δήπου καοµένης ἐξέρχεται.
1375
Υἱός
ὁ δ’ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;
Πατήρ
ὄζος µὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.
Υἱός
τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;
Πατήρ
ἆ ἆ, τί µέλλεις δρᾶν;
Υἱός
ἄγειν ταύτην λαβὼν
ἀφελόµενός σε καὶ νοµίσας εἶναι σαπρὸν
1380
κοὐδὲν δύνασθαι δρᾶν.
Πατήρ
ἄκουσόν νυν ἐµοῦ.
Ὀλυµπίασιν, ἡνίκ’ ἐθεώρουν ἐγώ,
Ἐφουδίων ἐµαχέσατ’ Ἀσκώνδᾳ καλῶς
ἤδη γέρων ὤν· εἶτα τῇ πυγµῇ θενὼν
ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον.
1385
πρὸς ταῦτα τηροῦ µὴ λάβῃς ὑπώπια.
Υἱός
νὴ τὸν ∆ί’, ἐξέµαθές γε τὴν Ὀλυµπίαν.
Ἀρτόπωλις
ἴθι µοι, παράστηθ’, ἀντιβολῶ, πρὸς τῶν θεῶν,
ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς µ’ ἀπώλεσεν
τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ
1390
ἄρτους δέκ’ ὀβολῶν κἀπιθήκην τέτταρας.
Υἱός
ὁρᾷς ἃ δέδρακας; πράγµατ’ αὖ δεῖ καὶ δίκας
ἔχειν διὰ τὸν σὸν οἶνον.
Πατήρ
οὐδαµῶς γ’, ἐπεὶ
λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί·
ὥστ’ οἶδ’ ὁτιὴ ταύτῃ διαλλαχθήσοµαι.
1395
Ἀρτόπωλις
οὔτοι µὰ τὼ θεὼ καταπροίξει Μυρτίας
τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης
οὕτω διαφθείρας ἐµοῦ τὰ φορτία.
Πατήρ
ἄκουσον, ὦ γύναι· λόγον σοι βούλοµαι
λέξαι χαρίεντα.
Ἀρτόπωλις
µὰ ∆ία µὴ ’µοιγ’, ὦ µέλε.
1400
Πατήρ
Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ’ ἑσπέρας
θρασεῖα καὶ µεθύση τις ὑλάκτει κύων.
κἄπειτ’ ἐκεῖνος εἶπεν· « ὦ κύον, κύον,
εἰ νὴ ∆ί’ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν
πυροὺς πρίαιο, σωφρονεῖν ἄν µοι δοκεῖς ».
1405
Ἀρτόπωλις
καὶ καταγελᾷς µου; προσκαλοῦµαι σ’, ὅστις εἶ,
πρὸς τοὺς ἀγορανόµους βλάβης τῶν φορτίων,
κλητῆρ’ ἔχουσα Χαιρεφῶντα τουτονί.
Πατήρ
µὰ ∆ί’, ἀλλ’ ἄκουσον, ἤν τί σοι δόξω λέγειν.
Λᾶσός ποτ’ ἀντεδίδασκε καὶ Σιµωνίδης·
1410
* * *
ἔπειθ’ ὁ Λᾶσος εἶπεν· « ὀλίγον µοι µέλει ».
[Ἀρτόπωλις]
ἄληθες, οὗτος;
Πατήρ
καὶ σὺ δή µοι, Χαιρεφῶν,
γυναικὶ κλητεύειν ἐοικὼς θαψίνῃ
Ἰνοῖ, κρεµαµένῃ πρὸς ποδῶν † Εὐριπίδου †.
Υἱός
ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται
1415
καλούµενός σε· τόν γέ τοι κλητῆρ’ ἔχει.
[Κατήγορος]
οἴµοι κακοδαίµων. προσκαλοῦµαί σ’, ὦ γέρον,
ὕβρεως.
Υἱός
ὕβρεως; µὴ µὴ καλέσῃ, πρὸς τῶν θεῶν.
ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωµί σοι,
ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσοµαι.
1420
Πατήρ
ἐγὼ µὲν οὖν αὐτῷ διαλλαχθήσοµαι
ἑκών· ὁµολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.
ἀλλ’ ἐλθὲ δευρί. πότερον ἐπιτρέπεις ἐµοὶ
ὅ τι χρή µ’ ἀποτείσαντ’ ἀργύριον τοῦ πράγµατος
εἶναι φίλον τὸ λοιπόν, ἢ σύ µοι φράσεις;
1425
Κατήγορος
σὺ λέγε. δικῶν γὰρ οὐ δέοµ’ οὐδὲ πραγµάτων.
Πατήρ
ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρµατος,
καὶ πως κατεάγη τῆς κεφαλῆς µέγα σφόδρα·
ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
κἄπειτ’ ἐπιστὰς εἶπ’ ἀνὴρ αὐτῷ φίλος·
1430
« ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην ».
οὕτω δὲ καὶ σὺ παράτρεχ’ εἰς τὰ Πιττάλου.
[Κατήγορος]
ὅµοια σοι καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.
ἀλλ’ οὖν σὺ µέµνησ’ αὐτὸς ἁπεκρίνατο.
Πατήρ
ἄκουε, µὴ φεῦγ’. ἐν Συβάρει γυνή ποτε
1435
κατέαξ’ ἐχῖνον.
Κατήγορος
ταῦτ’ ἐγὼ µαρτύροµαι.
Πατήρ
οὑχῖνος οὖν ἔχων τιν’ ἐπεµαρτύρατο.
εἶθ’ ἡ Συβαρῖτις εἶπεν· « εἰ ναὶ τὰν Κόραν
τὴν µαρτυρίαν ταύτην ἐάσας ἐν τάχει
ἐπίδεσµον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα ».
1440
Κατήγορος
ὕβριζ’, ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.
Υἱός
οὔτοι µὰ τὴν ∆ήµητρ’ ἔτ’ ἐνταυθοῖ µενεῖς,
ἀλλ’ ἀράµενος οἴσω σε...
Πατήρ
τί ποιεῖς;
Υἱός
ὅ τι ποιῶ;
εἴσω φέρω σ’ ἐντεῦθεν· εἰ δὲ µή, τάχα
κλητῆρες ἐπιλείψουσι τοὺς καλουµένους.
1445
Πατήρ
Αἴσωπον οἱ ∆ελφοί ποτ’...
Υἱός
ὀλίγον µοι µέλει.
Πατήρ
...φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ.
ὁ δ’ ἔλεξεν αὐτοῖς ὡς ὁ κάνθαρός ποτε...
Υἱός
oἴµ’, ὡς ἀπολεῖς αὐτοῖσι τοῖσι κανθάροις.
ᾨδή
Χορός
ζηλῶ γε τῆς εὐτυχίας
1450
τὸν πρέσβυν, οἷ µετέστη
ξηρῶν τρόπων καὶ βιοτῆς.
ἕτερα δὲ νῦν ἀντιµαθὼν
ἦ µέγα τι µεταπεσεῖται
ἐπὶ τὸ τρυφῶν καὶ µαλακόν.
1455
τάχα δ’ ἂν ἴσως οὐκ ἐθέλοι·
τὸ γὰρ ἀποστῆναι χαλεπὸν
φύσεoς, ἣν ἔχοι τις, ἀεί.
καίτοι πολλοὶ ταῦτ’ ἔπαθον·
ξυνόντες γνώµαις ἑτέρων
1460
µετεβάλοντο τοὺς τρόπους.
πολλοῦ δ’ ἐπαίνου παρ’ ἐµοὶ
καὶ τοῖσιν εὖ φρονοῦσιν
τυχὼν ἄπεισιν διὰ τὴν
φιλοπατρίαν καὶ σοφίαν
1465
ὁ παῖς ὁ Φιλοκλέωνος.
οὐδενὶ γὰρ οὕτως ἀγανῷ
ξυνεγενόµην, οὐδὲ τρόποις
ἐπεµάνην οὐδ’ ἐξεχύθην.
τί γὰρ ἐκεῖνος ἀντιλέγων
1470
οὐ κρείττων ἦν, βουλόµενος
τὸν φύσαντα σεµνοτέροις
κατακοσµῆσαι πράγµασιν;
Ἔξοδος
Ξανθίας
νὴ τὸν ∆ιόνυσον, ἄπορά γ’ ἡµῖν πράγµατα
δαίµων τις εἰσκεκύκληκεν εἰς τὴν οἰκίαν.
1475
ὁ γὰρ γέρων, ὡς ἔπιε διὰ πολλοῦ χρόνου
ἤκουσέ τ’ αὐλου, περιχαρὴς τῷ πράγµατι
ὀρχούµενος τῆς νυκτὸς οὐδὲν παύεται
τἀρχαῖ’ ἐκεῖν’ οἷς Θέσπις ἠγωνίζετο·
καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους
1480
τοὺς νῦν διορχησάµενος ὀλίγον ὕστερον.
Πατήρ
τίς ἐπ’ αὐλείοισι θύραις θάσσει;
Ξανθίας
τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.
Πατήρ
κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ
σχήµατος ἀρχὴ...
1485
Ξανθίας
µᾶλλον δέ γ’ ἴσως µανίας ἀρχή.
Πατήρ
...πλευρὰν λυγίσαντος ὑπὸ ῥώµης.
οἷον µυκτὴρ µυκᾶται καὶ σφόνδυλος ἀχεῖ.
Ξανθίας
πῖθ’ ἑλλέβορον.
Πατήρ
πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ...
1490
Ξανθίας
τάχα βαλλήσεις.
Πατήρ
...σκέλος οὐρανίον ἐκλακτίζων.
πρωκτὸς χάσκει·
Ξανθίας
κατὰ σαυτὸν ὅρα.
Πατήρ
νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡµετέροις
στρέφεται χαλαρὰ κοτυληδών.
1495
οὐκ εὖ;
[Ξανθίας]
µὰ ∆ί’ οὐ δῆτ’, ἀλλὰ µανικὰ πράγµατα.
Πατήρ
φέρε νυν, ἀνείπω κἀνταγωνιστὰς καλῶ.
εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,
ἐµοὶ διορχησόµενος ἐνθάδ’ εἰσίτω.
φησίν τις, ἢ οὐδείς;
Ξανθίας
εἷς γ’ ἐκεινοσὶ µόνος.
1500
Πατήρ
τίς ὁ κακοδαίµων ἐστίν;
Ξανθίας
υἱός Καρκίνου
ὁ Μέσατος.
Πατήρ
ἀλλ’ οὗτός γε καταποθήσεται·
ἀπολῶ γὰρ αὐτὸν ἐµµελείᾳ κονδύλου.
ἐν ῥυθµῷ γὰρ οὐδέν ἐστ’.
Ξανθίας
ἀλλ’, ᾠζυρέ,
ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται,
1505
ἀδελφὸς αὐτοῦ.
Πατήρ
νὴ ∆ί’ ὠψώνηκ’ ἄρα.
Ξανθίας
µὰ τὸν ∆ί’ οὐδέν γ’ ἄλλο πλήν γε καρκίνους.
προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.
Πατήρ
τουτὶ τί ἦν, τὸ προσέρπον; ὀξὶςφάλαγξ;
Ξανθίας
ὁ πινοτήρης οὗτος ἐστι τοῦ γένους,
1510
ὁ σµικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.
Πατήρ
ὦ Καρκίν’, ὦ µακάριε τῆς εὐπαιδίας,
ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.
ἀτὰρ καταβατέον γ’ ἐπ’ αὐτούς µοι· ᾠζυρέ,
ἅλµην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.
1515
[Κορυφαῖος]
φέρε νυν, ἡµεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωµεν ἅπαντες,
ἵν’ ἐφ’ ἡσυχίας ἡµῶν πρόσθεν βεµβικίζωσιν ἑαυτούς.
Χορός
ἄγ’, ὦ µεγαλώνυµα τέκνα
τοῦ θαλασσίου <θεοῦ>
πηδᾶτε παρὰ ψάµαθον
1520
καὶ θῖν’ ἁλὸς ἀτρυγέτου,
καρίδων ἀδελφοί·
ταχὺν πόδα κυκλοσοβεῖτε,
καὶ τὸ Φρυνίχειον
ἐκλακτισάτω τις, ὅπως
1525
ἰδόντες ἄνω σκέλος ὤ-
<ω>ζωσιν οἱ θεαταί.
στρόβει· παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν
1528/9
ῥῖπτε σκέλος οὐράνιον· βέµβικες ἐγγενέσθων.
1530/1
καὐτὸς γὰρ ὁ ποντοµέδων ἄναξ πατὴρ προσέρπει
1532/3
ἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισί, τοῖς τριόρχοις.
[Κορυφαῖος]
ἀλλ’ ἐξάγετ’, εἴ τι φιλεῖτ’, ὀρχούµενοι θύραζε
1535
ἡµᾶς ταχύ· τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν,
ὀρχούµενος ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.
*